# aristobulus_fhg3 614.1

Aristobulus, aristobulus_fhg3, 614.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristobulus/aristobulus-fhg3/614.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristobulus/aristobulus-fhg3/614.1

Τῆς δὲ Χαριτοῦς παράδοξον λόγον ἀκούουσης συνέβη τὴν ψυχὴν τὸ μὲν πρῶτον ἐκπλαγῆ γενομένην ἐκλυθῆναι διὰ τὸ μέγεθος τῆς ἀγγελίας καὶ διὰ τὴν ταραχὴν τῆς τροφού, μετὰ μικρὸν δὲ μνησθεῖσαν τῆς θυγατρὸς κλαίειν, τὰ δὲ ἔσχατα καταγγύωσαι τῆς προσόψιδος μανίαν, κελεύειν τε ἀπαλλάττεσθαι ἀπ’ αὐτῆς ταχέως. Ὀνειδίζουσα δὲ τῆς τροφοῦ καὶ λεγούσης μετὰ παρρησίας, ὡς μὲν φρονεῖ τε καὶ ὑγιὴς ἐστιν, ἡ δὲ δι’ ὄνον οὐ βούλοιτο τὴν ἰδίαν θυγατέρα ἰδεῖν, μόλις ἡ Χαριτὼ τὰ μὲν βιασθεῖσα ὑπὸ τῆς τροφοῦ, τὰ δὲ εἰδησῖα βουλομένη τὸ συμβεβηκὸς παραγίνεται πρὸς τὰς θύρας τοῦ ξενῶνος· διὰ [δὲ] τὸ γεγονέναι πλείονα χρόνον, ὡς ἂν δευτέρας ἀγγελίας (num ὡς ἂν ὥρας δευτέρας ἀπὸ τῆς ἀγγ. ?) συντετελεσμένης, ὁψέ ποτε ἦκεν ἡ Χαριτὼ. Διὸ συνέβαινεν ἐκείνους μὲν ἤδη ἀναπαύεσθαι. Ἀνακύψασα δ’ οὖν ἡ μήτηρ τὰ μὲν ἱμάτια καὶ τὸν τύπον τῆς ὄψεως ἐνόμιζεν ἐπιγινώσκειν, τὴν δὲ ἀλήθειαν ἐξετάσαι κατ’ οὐδένα τρόπον δυναμένη τὴν ἡσυχίαν ὅτω δεῖν ἔχειν· πρωὶ γὰρ ἠλπίζεν ἀναστάσα καταλήψεσθαι τὸν ἄνθρωπον· ἐὰν δὲ ὕστερόν, διερωτήσειν τὸν Μαχάτην περὶ πάντων· οὐ γὰρ ἂν ποτε ψεύσασθαι τηλικαύτην πρᾶξιν ἐρωτώμενον αὐτόν· διόπερ σιωπήσασα ἀπήλθεν. Ὄρθρου δὲ γενομένου τὴν μὲν εἴτε διὰ θείαν βολὴν εἴτε κατ’ αὐτοματισμὸν λαθοῦσαν ἀπελθεῖν συνέβη, τὴν δὲ παραγενομένην διὰ τὴν ἀπόλυσιν δυσφορεῖν· τῷ νεανίσχῳ δὲ τῷ ξένῳ πάντα ἐξ ἀρχῆς ἐξηγησαμένην ἀξιοῦν περὶ τὰ γόνατα περιπλεκομένην τοῦ Μαχάτου τὴν ἀλήθειαν εἰπεῖν μηδὲν ἀποκρυψάμενον. Ὁ δὲ νεανίας ἀγωνίαςας τὴν ἀρχὴν μὲν διεταράχθη, μόλις δὲ ποτε τὸ ὄνομα διεσάφησεν, ὅτι Φιλίννιον εἶν· καὶ τὴν ἀρχὴν διηγήσατο τῆς εἰσόδου, καὶ τὴν ἐπιθυμίαν αὐτῆς ἐδήλωσεν

---

ARISTOBULUS, aristobulus_fhg3. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000382.
