# aristobulus_fhg3 615.2

Aristobulus, aristobulus_fhg3, 615.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristobulus/aristobulus-fhg3/615.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristobulus/aristobulus-fhg3/615.2

ἀπερ ἔλαβε παρὰ τοῦ Μαχάτου τῇ πρώτῃ τῶν ἡμερῶν. Θαυμάσαντες δὲ καὶ ἐκπλαγέντες εὐθὺς παρεγενόμεθα πρὸς τὸν Δημόστρατον εἰς τὸν ξενῶνα ὀψόμενοι τὴν νεκρὰν, εἰ κατ᾽ ἀλήθειαν ἐμφανὴς ἐστιν. Ἰδόντες δὲ γαμαλκειμένην εἰς τὴν ἐκκλησίαν ἠροϊοῦμεθα· τὰ γὰρ γεγονότα μεγάλα τε ἦν καὶ ἄπιστα. Θορύβου δὲ ὄντος νεανικοῦ κατὰ τὴν ἐκκλησίαν καὶ σχεδὸν οὐδενὸς δυναμένου κρίναι τὰ πράγματα, πρώτος Ὕλλος, ὁ νομιζόμενος παρ᾽ ἡμῖν οὐ μόνον μάντις ἄριστος, ἀλλὰ καὶ οἰωνοσκόπος κομψὸς εἶναι, τὰ τε ἄλλα συνεωραχὼς ἐν τῇ τέχνῃ περιττῶς, ἀναστὰς ἐκέλευεν τὴν μὲν ἄνθρωπον κατακαλεῖν ἔκτος ὁρίων (οὐ γὰρ συμφέρειν ἐπὶ τῇτῃ ἐντὸς ὁρίων πεθῆναι εἰς γῆν), ἀποτροπιδασθαι δὲ Ἑρμὴν Χθόνιον καὶ Εὐμενίδας, εἶτα οὕτω περικαθαίρεσθαι πάντα, ἀγνίζειν δὲ καὶ τὰ ἱερὰ καὶ ὅσα θεοῖς ἡνοίοις νομίζεται ποιῆσαι συνέτασεν. Ἐμοὶ τε ἰδίᾳ εἶπε περὶ τοῦ βασιλέως καὶ τῶν πραγμάτων, θύειν τε Ἑρμῇ, Διὶ τε Ξενίῳ καὶ Ἄρει, καὶ συντελεῖν ταῦτα μὴ παρέργως. Ταῦτα δὲ ἀπορηνάμενον τοῦτο τὸ μὲν συνταχὲν ἡμεῖς ἐπράττομεν, ὁ δὲ ξένος ὁ Μαχάτης, πρὸς ὃν παρεγένετο τὸ φάντα, ὑπ᾽ ἀθυμίας ἑαυτὸν ἐξῆγαγε τοῦ ζῆν. Ἐὰν οὖν σοι φαίνηται περὶ τούτων γράφειν τῷ βασιλεῖ, ἐπίστεILON χῶμοι, ἵνα καὶ τῶν σωμάτων τινὰ τῶν ἱστρούντων τὰ κατὰ μέρος ἐξαποστείλῃ σοι. Ἑρρωσο.

---

ARISTOBULUS, aristobulus_fhg3. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000382.
