# aristobulus_fhg3 617.3

Aristobulus, aristobulus_fhg3, 617.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristobulus/aristobulus-fhg3/617.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristobulus/aristobulus-fhg3/617.3

ἐν μεγάροισι γοόωσι φίλους πατέρας περιζύοντες· τοῖον γὰρ τόδε κῦμα κατέδραμε πᾶσι κατ’ ἀχρης. Αἱ οἱ πατρίδι’ ἐμὴν αἰεὶ στένω αὐτὰ παθοῦσαν, μητέρα τ’ αἰνοτάτην, ἣν ὑστερον ἐλίσσεν αἰών. Νῶνυμόν τε θεοὶ γένεσιν ἠθούσαν ἀπαντες Λοχρῶν τ’ Αἰτωλῶν θ’ ὅ τι πω καὶ σπέρμα λείποιο, οὐνέκ’ ἐμὴν κεφαλὴν λίποι οἶον, οὐδὲ νω πάντα σῶματος ἡγάνικεν μελέ’ ἀκρίτα, λείπε δὲ γαῖαν. Ἄλλα γ’ ἐμὴν κεφαλὴν θέμεν ἥοι φαινομένησι, μηδὲ θ’ ὑπὸ ἱσερῆν γαῖαν κατακρυπτεμεν ἐνδον· αὐτοὺς δὲ προλιπόντας ἐδὼν χώρον μετόπισθεν στείχειν εἰς ἄλλον χώρον καὶ λαὸν Ἀθήνης, εἰ τινὰ πω θανάτοιο λύσιν κατὰ μοῖραν ἔλησθε. Ἀκούσαντες δὲ οἱ Αἰτωλοὶ τοῦ χρησμοῦ γυναῖκας μὲν καὶ τὰ νήπια τέκνα τοὺς τε ὑπερήβους ὑπέξειθεν οὐ ἕκαστος ἐδύνατο, αὐτοὶ δὲ ἔμενον παραδοκοῦντες τὸ ἀποθῆσόμενον. Καὶ συνέβη τῷ ἐξῆς ἔτει Αἰτωλοῖς καὶ Ἀκαρνᾶσι συστῆναι πόλεμον καὶ φθορὰν πολλὴν ἐκατέρων γενέσθαι.

---

ARISTOBULUS, aristobulus_fhg3. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000382.
