# aristobulus_fhg3 62.2

Aristobulus, aristobulus_fhg3, 62.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristobulus/aristobulus-fhg3/62.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristobulus/aristobulus-fhg3/62.2

Μετὰ τούτους τετράκυκλος πηχῶν τεσσαρεσκαίδεκα, ὀκτὼ δὲ τὸ πλάτος, ἤγετο ὑπὸ ἀνδρῶν ὀγδοήκοντα καὶ ἑκατὸν, ἐπὶ δὲ ταύτης ἐπὴν ἄγαλμα Διονύσου δεκάπηνξ, στέφνον ἐκ καρχησίου χρυσοῦ, χιτῶνα πορφυροῦν ἔχον διάπεζον, καὶ ἐπ' αὐτοῦ κροκωτὸν διαφανῆ· περιεβέλητο δὲ ἱμάτιον πορφυροῦν χρυσοποίκιλον. Προέκειτο δὲ αὐτοῦ κρατὴρ Λακωνικὸς χρυσὸς μετρητῶν πεντεκαίδεκα καὶ τρίπους χρυσός, ἐφ' οὗ θυμιάτριον χρυσῶν καὶ φιάλαι δύο χρυσαί, κασσίας μεσταὶ καὶ χρόκου. Περιέκειτο δ' αὐτῷ καὶ σκιάς ἐκ κισσοῦ καὶ ἀμπέλου καὶ τῆς λοιπῆς ὀπώρας κεκοσμημένη· προσήρτηντο δὲ καὶ στέφανοι, καὶ ταίνιαι, καὶ θύρσοι, καὶ τύμπανα, καὶ μίτραι, πρόσωπα τε σατυρικὰ καὶ κωμικὰ καὶ τραγικά. Τῇ δὲ τετράκυκλῳ ἱερεῖς καὶ ἱέρειαι, καὶ πόρειαι τελεταί (αἱ περὶ τὰς τελετὰς conj. Preller.), καὶ θίασοι παντοδαποί, καὶ τὰ λίχνα φέρονσαι. Μετὰ δὲ ταῦτα Μακέται, αἱ καλούμεναι Μιμαλλόνες, καὶ Βασσάραι καὶ Λυδαί, κατακεχυμέναι τὰς τρίχας, καὶ ἐστεφανωμέναι τινὲς μὲν ὄρεσιν, αἱ δὲ μίλαξί, καὶ ἀμπέλῳ, καὶ κισσῷ· κατεῖχον δὲ ταῖς χειρσιν αἱ μὲν ἐγχειρίδια, αἱ δὲ ὄφεις. Μετὰ δὲ ταύτας ἤγετο τετράκυκλος, πηχῶν ὀκτὼ πλάτος, ὑπὸ ἀνδρῶν ἐξήκοντα, ἐφ' ἧς ἄγαλμα Νύσης ὀκτάπηνξ καθήμενον, ἐνδεδυκὸς μὲν θάψινον χιτῶνα χρυσοποίκιλον, ἱμάτιον

---

ARISTOBULUS, aristobulus_fhg3. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000382.
