# aristobulus_fhg3 621.1

Aristobulus, aristobulus_fhg3, 621.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristobulus/aristobulus-fhg3/621.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristobulus/aristobulus-fhg3/621.1

θένος γὰρ γονέων ἐπισήμων τριςκαιδεκάτης ὑπάρχουσα ὑπὸ πολλῶν ἐμηνστεύετο, οὐσα εὐπρεπής. Ὡς δ' ἐνεγγυχὴ ἦ οἱ γονεῖς ἐβούλοντο, ἐνστάσης τῆς ἡμέρας τοῦ γάμου, προῖναι τοῦ οἴκου μέλλουσα αἰφνιδίως πόνου ἐμπεσόντος αὐτῇ σφοδροτάτου ἐξεθάρσεν· ἀναλαβόντες δὲ αὐτὴν οἱ προσιόντες ἐθεράπευσαν, ὡς ἀλγήματα ἔχουσαν κοιλιᾶς καὶ στρόφους τῶν ἐντὸς· τῆς δὲ ἀλγηδόνας ἐπιμένουσης τρισὶν ἡμέραις ἐξῆς, ἀπορίαν τε πᾶσι τοῦ πάθους ποιούντος, τῶν πόνων οὔτε νυκτὸς οὔτε ἡμέρας ἐνδosis λαμβανόντων, καίτοι πᾶσαν μὲν θεραπείαν αὐτῇ προσφερόντων τῶν ἐν τῇ πόλει ἰατρῶν, μηδεμίαν δὲ τοῦ πάθους δυναμένων αἰτίαν εὑρεῖν, τῇ τετάρτῃ τῶν ἡμερῶν περὶ τὸν ὄρθρον μείζω τῶν πόνων ἐπίδοσιν λαμβανόντων, σὺν μεγάλῃ οἰμωγῇ ἀνακραγοῦσης, ἄφνω αὐτῇ ἀρσενικὰ μόρια προέστη, καὶ ἡ χόρη ἀνὴρ ἐγένετο. Μετὰ δὲ χρόνον εἰς Ῥώμην ἀνηγέθη πρὸς Κλαύδιον Καίσαρα, ὁ δὲ τούτου ἕνεκα τοῦ σημείου ἐν Καπετωλίῳ Διὶ Ἀλεξικάρῳ ἱδρύσατο βωμόν.

---

ARISTOBULUS, aristobulus_fhg3. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000382.
