# aristobulus_fhg3 716.1

Aristobulus, aristobulus_fhg3, 716.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristobulus/aristobulus-fhg3/716.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristobulus/aristobulus-fhg3/716.1

21. Διαδέχεται δὲ τὸν Δημήτριον Σέλευκος ὁ υἱός, καὶ εὐθὺς ἐκ διαβολῆς τῆς μητρὸς ἀποθνῄσκει. Ἀντίοχος δὲ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος παραλαμβάνει τὰ πράγματα τῆς εἰκοστῆς ἐξήκοστῆς τετάρτης Ὀλυμπιάδος ἔτει δευτέρῳ, καὶ τρίτῳ ἔτει νικᾷ τὸν Ζαβινᾶν. Ὁ δὲ τῇ ἤπταν μὴ ἐνέχας φαρμάκῳ ἑαυτὸν διεγρήσατο. Βασιλεύει δὲ ἔτη ια', ἄχρι τοῦ τετάρτου ἔτους τῆς ἑκατοστῆς ἐξήκοστῆς ἕκτης Ὀλυμπιάδος. Συναι-θμεῖται γὰρ ὁ τοῦ ἀδελφοῦ αὐτοῦ Σελεύκου ἐνιαυτὸς τῆς ἀρχῆς εἰς τοῦτον. Ἐκαλεῖτο δὲ Γρυπὸς καὶ Φιλομήτωρ. Κατιοῦντι δὲ τῷ ὁμομητρῷ ἀδελφῷ Ἀντίῳ (ἀνι-τράχῳ cod.) καὶ ἀνεψιῷ τὰ ἐκ πατρός, τῷ ἐπικλη-θέντι Κυζικηνῷ, περὶ οὗ πρὸ ὀλίγου εἴρηκαμεν, ἔχων-ρεῖ τῆς ἀρχῆς ἀπελθὼν εἰς τὴν Ἀσπένδον, ὅθεν καὶ Ἀσπενδῖος ἐκλήθη ὁ αὐτὸς καὶ Γρυπὸς καὶ Φιλομή-τωρ ἐπικαλούμενος.

---

ARISTOBULUS, aristobulus_fhg3. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000382.
