# aristobulus_fhg3 716.3-717.4

Aristobulus, aristobulus_fhg3, 716.3 to 717.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristobulus/aristobulus-fhg3/716.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristobulus/aristobulus-fhg3/716.3

23. Ὁ δὲ Κυζικηνὸς κρατήσας ἀπὸ τῆς ρζ' ἔτους πρώτου τελευτᾷ ἔτει πρώτῳ τῆς ρω' Ὀλυμπιάδος, βα-σιλεύσας μὲν ἔτη ιη', βιὼς δὲ τὰ πάντα ἔτη ν'. Τελευτᾷ δὲ τοῦτον τὸν τρόπον. Ἀποθανόντος γὰρ τοῦ Γρυποῦ Ἀντιόχου κατὰ τὸν εἰρημένον χρόνον, Σέλευκος ὁ τοῦτου παῖς ἐπελθὼν μετὰ δυνάμεως πολλὰς πόλεις προσηγάγετο. Ἀντίοχος δὲ ὁ Κυζικηνὸς προσαγαγὼν ἐκ τῆς Ἀντιοχείας τὴν δύναμιν, καὶ παραταξάμενος, ἐνικήθη· ἐξενεχθεὶς δ’ ὑπὸ τοῦ ἵππου αὐτοῦ πρὸς τοὺς πολεμίους, καὶ μέλλων συλλαμβάνεσθαι, ἑαυτὸν ἀπέσφενξε. Τῆς δὲ βασιλείας ὁ Σέλευκος ἐγκρατὴς γενόμενος παρέλαβε τὴν Ἀντιόχειαν. 24. Πρὸς δὲ τούτων ἐπολέμει τοῦ Κυζικηνοῦ υἱὸς γενόμενος Ἀντίοχος. Γενομένης δὲ μάχης ἐν τῇ Κιλικίᾳ περὶ πόλιν τὴν ὀνομαζομένην Μοψουεστίαν, ἐνίκησεν ὁ Ἀντίοχος. Σέλευκος δὲ φυγὼν εἰς τὴν πόλιν, καὶ πυθόμενος τοὺς ἐγχωρίους, ὅτι διενωξάσιν αὐτὸν ζῶντα κατακαῦσαι, φθὰς ἑαυτὸν ἀπέσφαξεν. 25. Οἱ δὲ ἀδελφοὶ αὐτοῦ οἱ κληθέντες Δίδυμοι, Ἀντίοχος τε καὶ Φίλιππος, ἐπιφανέντες μετὰ δυνάμεως καὶ τὴν πόλιν βίᾳ χειρωσάμενοι μετήλθον τὴν ἀπόλειαν τοῦ ἀδελφοῦ, κατασχάσαντες τὴν πόλιν. Ἐπελθὼν δὲ ὁ τοῦ Κυζικηνοῦ υἱὸς μάχῃ αὐτοὺς νικᾷ. Καὶ τούτων Ἀντίοχος μὲν ὁ τοῦ Σελεύκου ἀδελφὸς ἀπὸ τῆς μάχης ἐλαύνων τὸν ἵππον καὶ καταφυγὼν εἰς τὸν Ὀρόντην, ὑπὸ τοῦ ρείθρου κατεφθάρη. 26. Δοιπῶν δὲ ὄντων τῶν ἀμφισβητούντων περὶ τῆς βασιλείας Φιλίππου, τοῦ Σελεύκου μὲν ἀδελφοῦ, υἱοῦ δὲ τοῦ Γρυποῦ Ἀντιόχου, Ἀντίοχον δὲ τοῦ παιδὸς τοῦ Κυζικηνοῦ, ἀπὸ τρίτου ἔτους τῆς ρωα’ Ὀλυμπιάδος ἀρξάμενοι καὶ δυνάμεις ἀξιολόγους ἔχοντες καὶ μέρος τῆς Συρίας ἐπικρατοῦντες, διεπολέμουν πρὸς ἀλλήλους

---

ARISTOBULUS, aristobulus_fhg3. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000382.
