# Fragmenta 5-2

Aristocles, Fragmenta, Fragment 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristocles-paradox/fragmenta/5-2

Aelian. H. An. XI, 4: Τὴν Δήμητρα Ἑρμιονεῖς σέβουσι, καὶ θύουσιν αὐτῇ μεγαλοπρεπῶς τε καὶ σοβαρῶς. Καὶ τὴν ἑορτὴν Χθόνια καλοῦσιν. Μεγίστους οὖν ἀκούω βοῦς ὑπὸ τῆς ἱερείας τῆς Δήμητρος ἄγεσθαί τε πρὸς βωμὸν ἐκ τῆς ἀγέλης, καὶ θύειν ἑαυτὰς παρέχειν. Καὶ οἷς λέγω μάρτυς Ἀριστοκλῆς, ὅς πού φησι· Δάματερ πολύκαρπε, σὺ κἠν Σικελοῖσιν ἐναργὴς, καὶ παρ' Ἐρεχθείδαις· ἓν δέ τι [τοῦτο] μέγα κρίνετ' ἐν Ἑρμιονεῦσι· τὸν ἐξ ἀγέλης γὰρ ἀφειδῆ ταῦρον, ὃν οὐχ αἱροῦσ' ἀνέρες οὐδὲ δέκα, τοῦτον γραῦς στείχουσα μόνα μόνον οὔατος ἕλκει τόνδ' ἐπὶ βωμόν· ὁ δ' ὡς ματέρι παῖς ἕπεται. Σὸν τόδε, Δάματερ, σὸν τὸ σθένος· ἵλαος εἴης, καὶ πάντων θάλλοι κλᾶρος ἐν Ἑρμιόνῃ.

---

Aristocles Paradox., Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0571.tlg005.local001/.
