# Fragmenta 2

Aristocritus, Fragmenta, Dfhg-Source dfhg4_ARISTOCRITUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristocritus/fragmenta/2

Περὶ Βυβλίδος. Ἱστορεῖ Ἀριστόκριτος περὶ Μιλήτου καὶ Ἀπολλώνιος ὁ Ῥόδιος Καύναυ κτίσει. — Περὶ δὲ Καύνου καὶ Βυβλίδος, τῶν Μιλήτου παίδων, διαφόρως ἱστορεῖται. Νικαίνετος μὲν γάρ φησι τὸν Καῦνον ἐρασθέντα τῆς ἀδελφῆς, ὡς οὐκ ἔληγε τοῦ πάθους, ἀπολιπεῖν τὴν οἰκίαν καὶ ὁδεύσαντα πόρρω τῆς οἰκείας χώρας, πόλιν τε κτίσαι καὶ τοὺς ἀπεσκεδασμένους τότε Ἴωνας ἐνοικίσαι· λέγει δὲ ἔπεσι τοῖσδε· Αὐτὰρ ὅγε προτέρωσε κιὼν Οἰκούσιον ἄστυ κτίσσατο, Τραγασίῃ δὲ Κελαινοῦς εἴχετο παιδὶ, ἥ οἱ Καῦνον ἔτικτεν ἀεὶ φιλέοντα θέμιστας· γείνατο δὲ ῥαδαλῇς ἐναλίγκιον ἀρκεύθοισι Βυβλίδα, τῆς ἤτοι ἀέκων ἠράσσατο Καῦνος· βῆ δὲ πέρην Δίας, φεύγων ὀφιώδεα Κύπρον καὶ Κάπρος ὑλιγενὲς καὶ Κάρια ἱρὰ λοετρά· ἔνθ ̓ ἤτοι πτολίεθρον ἐδείματο πρῶτος Ἰώνων. Αὐτὴ δὲ γνωτὴ, ὀλολυγόνος οἶτον ἔχουσα, Βυβλὶς ἀποπρὸ πυλῶν Καύνου ὠδύρατο νόστον. Οἱ δὲ πλείους τὴν Βυβλίδα φασὶν, ἐρασθεῖσαν τοῦ Καύνου, λόγους αὐτῷ προσφέρειν καὶ δεῖσθαι μὴ περιιδεῖν αὐτὴν εἰς πᾶν κακὸν προελθοῦσαν· ἀποστυγήσαντα δὲ οὕτως τὸν Καῦνον περαιωθῆναι εἰς τὴν τότε ὑπὸ Λελέγων κατεχομένην γῆν, ἔνθα κρήνη Ἐχενηὶς, πόλιν τε κτίσαι τὴν ἀπ ̓ αὐτοῦ κληθεῖσαν Καῦνον· τὴν δὲ ἄρα, ὑπὸ τοῦ πάθους μὴ ἀνιεμένην, πρὸς δὲ καὶ δοκοῦσαν αἰτίαν γεγονέναι Καύνῳ τῆς ἀπαλλαγῆς, ἀναψαμένην ἀπό τινος δρυὸς τὴν μίτραν, ἐνθεῖναι τὸν τράχηλον. Λέγεται δὲ καὶ παρ ̓ ἡμῖν οὕτως· Ἡ δ ̓ ὅτι δὴ ὀλοοῖο κασιγνήτου νόον ἔγνω, κλαῖεν ἀηδονίδων θαμινώτερον, αἵτ ̓ ἐνὶ βήσσῃς Σιθονίῳ κούρῳ πέρι μυρίον αἰάζουσιν· καί ῥα κατὰ στυφελοῖο σαρωνίδος αὐτίκα μίτρην ἁψαμὲνη, δειρὴν ἐνεθήκατο· ταὶ δ ̓ ἐπ ̓ ἐκείνῃ βεύδεα παρθενικαὶ Μιλησίδες ἐρρήξαντο. Φασὶ δέ τινες καὶ ἀπὸ τῶν δακρύων κρήνην ῥυῆναι ἰδίᾳ τὴν καλουμένην Βυβλίδα.

---

ARISTOCRITUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2341.tlg003.local002/.
