# Fragmenta 4-5

Aristocritus, Fragmenta, 4 to 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristocritus/fragmenta/4

Ἀριστόκριτος δ ̓ ἐν τῇ πρώτῃ τῶν πρὸς Ἡρακλεόδωρον ἀντιδοξουμένων μέμνηταί τινος ἐπιστολῆς οὕτως ἐχούσης· «Βασιλεὺς Σκυθῶν Ἀτοίας Βυζαντίων δήμῳ. Μὴ βλάπτετε προσόδους ἐμὰς, ἴνα μὴ ἐμοὶ ἵπποι ὑμέτερον ὕδωρ πίωσι.» Συμβολικῶς γὰρ ὁ βάρβαρος τὸν μέλλοντα πόλεμον αὐτοῖς ἐπάγεσθαι παρεδήλωσεν. Ἔστι δὲ παροιμία, ἀφ ̓ Ἑστίας ἄρχου. Μῦθον δὲ συνέθηκεν Ἀριστόκριτος οὕτως ἔχοντα· μετὰ γὰρ τὸ καταλυθῆναι τὴν τῶν Τιτάνων ἀρχὴν, τὸν Δία δεξάμενον τὴν βασιλείαν ἐπιτρέπειν Ἑστίᾳ λαβεῖν ὅ τι βούλοιτο. Τὴν δὲ πρῶτον μὲν παρθενίαν αἰτῆσαι, μετὰ δὲ τὴν παρθενίαν ἀπαρχὰς θυομένων αὑτῇ νέμεσθαι πρώτῃ παρὰ τῶν ἀνθρώπων.

---

ARISTOCRITUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2341.tlg003.local002/.
