# Testimonia et Fragmenta 353

Ariston, Testimonia et Fragmenta, Fragment 353. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/ariston-phil/testimonia-et-fragmenta/353

Eusebius praep. evang. XV 62, 7 (p. 854c). ταῦτα μὲν οὖν ὁ Σωκράτης· μετὰ δὲ αὐτὸν οἱ περὶ Ἀρίστιππον τὸν Κυρηναῖον, ἔπειθ’ ὕστερον οἱ περὶ Ἀρίστωνα τὸν Χῖον ἐπεχείρησαν λέγειν ὡς δέοι μόνα τὰ ἠθικὰ φιλοσοφεῖν· εἶναι γὰρ δὴ ταῦτα μὲν δυνατὰ καὶ ὠφέλιμα· τοὺς μέντοι περὶ τῆς φύσεως λόγους πᾶν τοὐναντίον μήτε καταληπτοὺς εἶναι μήτʼ, εἰ καὶ ὀφθεῖεν, ὄφελος ἔχειν τι. μηδὲν γὰρ ἡμῖν ἔσεσθαι κλέον, ἀλλʼ οὐδʼ εἰ μετεωρότεροι τοῦ Περσέως ἀρθέντες (frg. trag. adesp. 131 N) ὑπέρ τε πόντου χεῦμʼ ὑπέρ τε πλειάδα αὐτοῖς τοῖς ὄμμασι κατίδοιμεν τὸν πάντα κόσμον καὶ τὴν τῶν ὄντων φύσιν ἥτις δήποτέ ἐστιν. οὐ γὰρ δὴ διά γε τοῦτο φρονιμωτέρους ἢ δικαιοτέρους ἢ ἀνδρειοτέρους ἢ σωφρονεστέρους ἡμᾶς ἔσεσθαι, καὶ μὴν οὐδὲ ἰσχυροὺς ἢ καλοὺς ἢ πλουσίους, ὧν χωρὶς οὐχ οἷόν τε εὐδαιμονεῖν. ὅθεν ὀρθῶς εἶπε Σωκράτης ὅτι τῶν ὄντων τὰ μὲν ὑπὲρ ἡμᾶς εἴη, τὰ δὲ οὐδὲν πρὸς ἡμὰς. εἶναι γὰρ τὰ φυσικὰ μὲν ὑπὲρ ἡμᾶς, τὰ δὲ μετὰ τὸν θάνατον οὐδὲν πρὸς ἡμᾶς, μόνα δὲ πρὸς ἡμᾶς τὰ ἀνθρώπινα. ταύτῃ δὲ καὶ χαίρειν αὐτὸν εἰπόντα τῇ Ἀναξαγόρου καὶ Ἀρχελάου φυσιολογίᾳ ζητεῖν ὅττι οἱ ἐν μεγάροισι κακόν τ' ἀγαθόν τε τέτυκται. Καὶ ἄλλως δὲ εἶναι τοὺς φυσικοὺς λόγους οὐ χαλεποὺς οὐδὲ ἀδυνάτους μόνον, ἀλλὰ καὶ ἀσεβεῖς καὶ τοῖς νόμοις ὑπεναντίους. τοὺς μὲν γὰρ ἀξιοῦν μηδ’ εἶναι θεοὺς τὸ παράπαν, τοὺς δὲ τὸ ἄπειρον ἢ τὸ ὂν ἢ τὸ ἕν, καὶ πάντα μᾶλλον ἢ τοὺς νομιζομένους· τήν τ' αὖ διαφωνίαν παμπόλλην οὖσαν· τοὺς μὲν γὰρ ἄπειρον ἀποφαίνειν τὸ πᾶν, τοὺς δὲ πεπερασμένον, καὶ τοὺς μὲν ἀξιοῦν ἅπαντα κινεῖσθαι, τοὺς δὲ καθάπαξ μηδέν.

---

Ariston of Chios, Testimonia et Fragmenta, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1193.tlg001.local001/.
