# Περὶ Σημίων Ὀδυσσείας 288

Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας, Ζ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristonicus-of-alexandria/text/288

275-88. καἰ νύ τις ὧδ’ εἴπῃσι κακώτερος ἀντιβολήσας· τίς δ’ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ. ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν. ἤ τίς οἱ εὐξαμένη πολυάρητος θεὸς ἦλθεν οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἥματα πάντα. βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν ἄλλοθεν· ἡ γὰρ τούσδε γ’ ἀτιμάζει κατὰ δῆμον Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί. ὣς ἐρέουσιν, ἐμοὶ δέ κ’ ὀνείδεα ταῦτα γένοιτο. καὶ δ’ ἄλλῃ νεμεσῷ, ἥ τις τοιαῦτά γε ῥέζοι, ἥ τ’ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων ἀνδράσι μίσγηται πρίν γ’ ἀμφάδιον γάμον ἐλθεῖν. *) ἀθετοῦνται στίχοι ιδ′ ἕως ἀνδράσι μίσγηται ὡς ἀνοίκειοι τῷ ὑποκειμένῳ προσώπῳ. — εἴρηται οὖν τοῦτο διὰ τῶν πρὸ αὐτῶν β′ στίχων, τῶν ἀλεείνω φῆμιν ἀδευκέα. ΗQ.

---

Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας, ed. Otto Carnuth. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1194.tlg001.local001/.
