# Περὶ Σημίων Ὀδυσσείας 3-3

Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας, Μ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristonicus-of-alexandria/text/3-3

3. νῆσόν τ’ Αἰαίην, ὅθι τ’ ἠοῦς ἠριγενείης οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ ἠελίοιο. †) ἢ ὡς ἐπὶ τὰ ἀνατολικὰ μέρη τῆς νήσου προσορμισάντων, ἢ ὅτι ἐξ Ἅιδου ἐλθόντες πρώτην αὐτὴν φωτεινὴν ἐθεάσαντο. ἔνιοι δὲ βιαιότερον ὑπερβάτως κολλῶντες τὸ Ὠκεανοῖο τῷ ὅθι τ’ ἠοῦς ἠριγενείης, οὗ, φασὶν, οἰκεῖ ἡ ἡμέρα· ἐξ αὐτοῦ γὰρ ἀνατέλλει καὶ εἰς αὐτὸν δύνει. οὐ μόνον δέ ἐστι βίαιον, ἀλλὰ καὶ ἐναντίον τῷ ποιητῇ· οὐ γὰρ παραδίδωσιν ὁ Ὅμηρος τοὺς ήρωας ἐπισταμένους ὅτι ἐξ Ὠκεανοῦ αἱ ἀνατολαὶ τοῦ ἡλίου, ἀλλ’ αὐτὸς ἐκ τοῦ ἰδίου προσώπου τὸ τοιοῦτον παρέδωκεν. ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας ἐξ ἀκαλαῤῥείταο βαθυῤῥόου Ὠκεανοῖο (Η 421)· καὶ ἐν δ’ ἔπεσ’ Ὠκεανῷ φάος ἠελίοιο (Θ 485). οἱ δὲ ἥρωες ἄλλως λέγουσιν. οὐδ’ ὅπη ἠέλιος φαεσίμβροτος εἶσ’ ὑπὸ γαῖαν (Κ 191) Q.

---

Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας, ed. Otto Carnuth. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1194.tlg001.local001/.
