# Περὶ Σημίων Ὀδυσσείας 338

Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας, Ν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristonicus-of-alexandria/text/338

333-338. ἀσπασίως γάρ κ’ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν ἵετ’ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ’ ἀλοχόν τε. σοὶ δ’ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι, πρίν γ’ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως ἧσται ἐνὶ μεγάροισιν, ὀιζυραί δέ οἱ αἰεὶ φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ. *) ἀθετοῦνται στίχοι ϛ′ ὅτι οὐδὲν εἴληφε παρ’ αὐτοῦ σημεῖον τοῦ μήπω βούλεσθαι τὴν γαμετὴν ἰδεῖν· τοὐναντίον γὰρ διὰ τοῦτο αὐτῷ ἐπιφαίνεται, ἵνα κρύψῃ αὐτοῦ τὴν εἴςοδον. διὸ καί φησιν ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρείδαο φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον, εἰ μή μοι σὺ ἕκαστα θεὰ κατὰ μοῖραν ἔειπες (383). οὕτως οὖν αὐτὸς ἠπείγετο ἰδεῖν τὴν γαμετήν HQ.

---

Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας, ed. Otto Carnuth. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1194.tlg001.local001/.
