# Περὶ Σημίων Ὀδυσσείας 89-2

Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας, Μ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristonicus-of-alexandria/text/89-2

89. τῆς ἤτοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι. †) Ἀρίσταρχος ἀκώλους· τοὺς γὰρ Ἴωνας λέγειν φασὶ τὴν κωλῆν ὥρην καὶ ὡραίαν· οὐκ ἔχοντας οὐν ὀστᾶ ἀκώλους καὶ ἀνάρθρους λέγεσθαι· ὑποκεῖσθαι γάρ φησι τῇ Σκύλλῃ πετραῖόν τι θηρίον προσπεφυκὸς τῷ σκοπέλῳ καὶ κοχλιῶδες πόδας τε ἔχον πλεκτανώδεις, ὥστε λέγειν οὕτως τὸν ποιητὴν Σκύλλην πετραίην (231). κατὰ δὲ τὴν ἄνωθεν φαντασίαν τῇ Ὕδρᾳ προσεοικέναι καὶ τοὺς αὐχένας αὐτῆς ἰσομεγέθεις εἶναι τῷ σκοπέλῳ. καθιεῖσαν δὲ τὴν Σκύλλαν τὰς κεφαλὰς οὕτως ἀνασπᾶν τοὺς ἁρπαζομένους. φέρει δέ τε κρατὶ ἑκάστῳ φῶτα ἁρπάζουσα. (99) ὡς ἂν οὖν ὀλισθηρῶν ὄντων τῶν ποδῶν καὶ οὐκ ἐχόντων ἀντίληψιν, ἀώρους ἄν τις δέξαιτο τοὺς ἀκώλους. HQ. cf. L. Ar. 189. cf. 124-126.

---

Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας, ed. Otto Carnuth. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1194.tlg001.local001/.
