Ancient Greek
Fragment 8
Aristophanes of Byzantium, Commentaria in Callimachi pinaces (fragmenta) 8
Not analysed yet
Ath. IX. p. 408. F: Ἀριστοφάνης δ' ὁ γραμματικὸς ἐν τοῖς πρὸς τοὺς Καλλιμάχου πίνακας χλευάζει τοὺς οὐκ εἰδότας τὴν διαφορὰν τοῦ τε κατὰ χειρός καὶ τοῦ ἀπονίψασθαι· παρὰ γὰρ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ δείπνου λέγεσθαι κατὰ χειρός, τὸ δὲ μετὰ ταῦτα ἀπονίψασθαι· ἔοικε δ' ὁ γραμματικὸς τοῦτο πεφυλακέναι παρὰ τοῖς Ἀττικοῖς. Cf. ibid. p. 410. B: σημειωτέον δὲ ὅτι καὶ μετὰ τὸ δειπνῆσαι κατὰ χειρός ἔλεγον, οὐχ ὡς Ἀριστοφάνης ὁ γραμματικός φησιν, ὅτι πρὶν φαγεῖν οἱ Ἀττικοὶ κατὰ χειρός ἔλεγον, μετὰ δὲ τὸ δειπνῆσαι ἀπονίψασθαι. Ex Athenaeo profecit Eust. Od. p. 1401, 19: Ἀριστοφάνης δ' ὁ γραμματικός φησι παρὰ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ δείπνου λέγεσθαι κατὰ χειρός, τὸ δὲ μετὰ ταῦτα ἀπονίψασθαι. τοῦτο δὲ παρ' Ἀττικοῖς ἴσως πεφύλακται.