# Historiae Animalium Epitome 110

Aristophanes of Byzantium, Historiae Animalium Epitome, B. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes-of-byzantium/historiae-animalium-epitome/110

(110) Περὶ μὲν τῆς ἐλεφάντων σοφίας εἶπον ἀλλαχόθι, καὶ μέντοι καὶ περὶ τῆς θήρας αὐτῶν. καὶ ταῦτα εἶπον ὀλίγα ἐκ πολλῶν ὧν ἔφασαν ἄλλοι. τὸ δὲ νῦν ἔχον ἔθηκα ἐρεῖν περί τε εὐμουσίας αὐτῶν καὶ εὐπειθείας καὶ τῆς ἐς τὰ μαθήματα εὐκολίας, χαλεπὰ ὁμοίως ὄντα καὶ ἀνθρώπῳ τυχεῖν αὐτῶν, μή τι γοῦν τοσούτῳ θηρίῳ καὶ οὕτω τέως ἀγριωτάτῳ γενέσθαι. χορείαν γὰρ καὶ ὀρχηστικὴν καὶ βαίνειν πρὸς ῥυθμὸν καὶ αὐλουμένους ἀκούειν καὶ συνιέναι ἤχων διαφορὰς ἢ βραδύνειν ἐνδιδόντων ἢ ταχύνειν παρορμώντων, μαθὼν οἶδεν ἐλέφας, καὶ ἀκριβοῖ καὶ οὐ σφάλλεται. οὕτως ἄρα ἡ φύσις μεγέθει μὲν αὐτὸν μέγιστον εἰργάσατο, μαθήσει δὲ πραότατον ἀπέφηνε καὶ εὐάγωγον. εἰ μὲν οὖν ἔμελλον τὴν ἐν Ἰνδοῖς αὐτῶν εὐπείθειαν καὶ εὐμαθίαν ἢ τὴν ἐν Αἰθιοπίᾳ ἢ τὴν ἐν Λιβύῃ γράφειν, ἴσως καὶ μῦθον ἐδόκουν τινὰ συμπλάσας κομπάζειν, εἶτα ἐπὶ φήμῃ τοῦ θηρίου τῆς φύσεως καταψεύδεσθαι· ὅπερ ἐχρῆν δρᾶν φιλοσοφοῦντα ἄνδρα ἥκιστα καὶ ἀληθείας ἐραστὴν διάπυρον. ἃ δὲ αὐτὸς εἶδον καὶ ἅτινα πρότερον ἐν τῇ Ῥώμῃ πραχθέντα ἀνέγραψαν ἄλλοι προειλόμην εἰπεῖν, ἐπιδραμὼν ὀλίγα ἐκ πολλῶν, οὐχ ἥκιστα καὶ ἐντεῦθεν ἀποδεικνὺς τὴν τῶν ζῴων ἰδιότητα. ἡμερωθὲν ἐλέφας πραότατόν ἐστι καὶ ἄγεται ῥᾷστα εἰς ὅ τις θέλει. καὶ τά γε πρεσβύτατα τιμῶν τὸν χρόνον ἐρῶ πρῶτον. θέας ἐπετέλει Ῥωμαίοις ὁ Καῖσαρ Γερμανικός· εἴη δ᾿ ἂν ἀδελφιδοῦς Τιβερίου οὗτος. οὐκοῦν ἐγένοντο μὲν καὶ ἄρρενες ἐν τῇ Ῥώμῃ τέλειοι πλείους καὶ θήλειαι, εἶτα ἐξ αὐτῶν ἐτέχθησαν αὐθιγενεῖς. καὶ ὅτε τὰ κῶλα ὑπήρξαντο πήγνυσθαι, σοφὸς ἀνὴρ ὁμιλεῖν τοιούτοις θηρίοις ἐπώλευσεν αὐτούς, δαιμονίᾳ τινὶ καὶ ἐκπληκτικῇ διδασκαλίᾳ μεταχειρισάμενος. προσῆγε δὲ αὐτοὺς ἄρα ἡσυχῇ τήν γε πρώτην καὶ πράως τοῖς διδάγμασι, δελέατα ἄττα ἐπάγων καὶ τροφὰς ἡδίστας καὶ πεποικιλμένας εἰς τὸ ἀγωγόν τε καὶ ἐφολκόν, ὡς εἴ τι μὲν ἧν ἀγριότητος, τοῦτο ἐκβαλεῖν, ἀπαυτομολῆσαι δὲ πρὸς τὸ ἥμερον καὶ ἁμωσγέπως ἀνθρώπειον. καὶ ἧν γε τὰ μαθήματα καὶ αὐλῶν ἀκούοντας μὴ ἐκμαίνεσθαι καὶ τυμπάνων ἀράβου κροτοῦντος μὴ ταράσσεσθαι καὶ κηλεῖσθαι σύριγγι, φέρειν δὲ καὶ ἤχους ἐμμελεῖς καὶ ποδῶν ἐμβαινόντων ψόφον καὶ ᾠδὴν συμμιγῆ. ἐξεπονήθησαν δὲ καὶ ἀνθρώπων πλῆθος μὴ δεδιέναι.

---

Aristophanes of Byzantium, Historiae Animalium Epitome, ed. Spyridon Paulou Lampros. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0644.tlg001.local001/.
