Ancient Greek · ~4 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 124
Not analysed yet
(124) Διάφορα μὲν καὶ ποικίλα τῆς τῶν ἐλεφάντων ἰδιότητος ἄνω μοι λέλεκται· νῦν δὲ εἰρήσεται καὶ ὅτι καὶ μνήμην ἀγαθόν ἐστι τὸ ζῷον τοῦτο, καὶ ἐντολὰς φυλάξαι οἶδε καὶ μὴ ψεύδεσθαι τὴν τῶν παρακαταθεμένων ὁτιοῦν αὐτῷ προσδοκίαν τε καὶ ἐλπίδα. ὅτε γοῦν Ἀντίγονος ἐπολιόρκει |Μεγαρέας, ἑνὶ τῶν ἐλεφάντων τῶν πολεμικῶν συνετρέφετο καὶ. θῆλυς, ὄνομα Νίκαια. ταύτῃ τοίνυν ἡ τοῦ τρέφοντος αὐτὸν γυνὴ παιδίον ἔτυχε τεκοῦσα πρὸ ἡμερῶν τριάκοντα καὶ παρακατέθετο φωνῇ τᾖ Ἰνδῶν, ἧς ἀκούουσιν ἐλέφαντες. ὁ δὲ καὶ ἐφίλει τὸ παιδίον καὶ ἐφύλαττε, καὶ κειμένου πλησίον ἥδετο, καὶ κνυζομένου παρέβλεπε, καὶ καθεύδοντος τῇ προβοσκίδι τὰς μυίας ἀνεσόβει καλάμου κλαδὶ τοῦ παραβαλλομένου εἰς τροφήν· εἴ γε μὴν παρῆν τὸ βρέφος, τότε καὶ τροφὴν ἀνεστέλλετο. οὐκοῦν ἔδει τὴν τρέφουσαν αὐτὸ ἐμπλῆσαι μὲν τοῦ γάλακτος, παραθεῖναι δὲ τῷ κηδεμόνι, ἢ πάντως ἀγανακτῶν ἡ Νίκαια ἧν δῆλος καὶ τεθυμωμένος καί τι καὶ δρασείων τῶν δεινῶν. πολλάκις δὲ καὶ ἀνακλαύσαντος αὐτοῦ, εἶτα τὴν σκάφην ᾗ ἐνέκειτο διέσεισε, παραμυθούμενος τῷ σεισμῷ τὸ βρέφος, οἷα δή που φιλοῦσι καὶ αἱ τροφοὶ καὶ τῆθαι δρᾶν ποιῶν ὡς ἄνθρωπος ὁ ἐλέφας.