Ancient Greek · ~3 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 126
Not analysed yet
(126) Τῶν τεθηραμένων ἐλεφάντων ἰῶνται τὰ τραύματα οἱ Ἰνδοὶ τὸν τρόπον τοῦτον. καταιονοῦσι μὲν αὐτὰ ὕδατι χλιαρῷ, |ὥσπερ οὖν τὸ τοῦ. Εὐρυπύλου παρὰ τῷ καλῷ Ὁμήρῳ ὁ Πάτροκλος· εἶτα μέντοι διαχρίουσι τῷ βουτύρῳ αὐτά. ἐὰν δὲ βαθέα, τὴν φλεγμονὴν πραΰνουσιν ὕεια κρέα, θερμὰ μέν, ἔναιμα δὲ ἔτι προσφέροντες καὶ ἐντιθέντες. τοὺς δὲ ὀφθαλμοὺς θεραπεύουσιν αὐτῶν βόειον γάλα ἀλεαίνοντες, εἶτα αὐτοῖς ἐγχέοντες, οἱ δὲ ἀνοίγουσι τὰ βλέφαρα, 〈καὶ〉 ὠφελούμενοι ἥδονταί τε καὶ αἰσθάνονται, ὥσπερ ἄνθρωποι. καὶ εἰς τοσοῦτον ἐπικλύζουσιν εἰς ὅσον ἂν ἀποπαύσωνται λημῶντες. μαρτύριον δὲ τοῦ παύσασθαι τὴν ὀφθαλμίαν τοῦτό ἐστι. τὰ δὲ νοσήματα ὅσα αὐτοῖς προσπίπτει ἄλλως, ὁ μέλας οἶνος αὐτοῖς ἐστιν ἄκος. εἰ δὲ μὴ γένοιτο ἐξάντης τοῦ κακοῦ τῷ φαρμάκῳ τούτῳ, ἄσωστά οἵ ἐστιν.