# Historiae Animalium Epitome 128-146

Aristophanes of Byzantium, Historiae Animalium Epitome, 128 to 146. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes-of-byzantium/historiae-animalium-epitome/128

(128) τὰ μηρυκίζοντα ζῷα τέσσαρας ἔχει κοιλίας, ὧν τὸ μὲν ἐκ τοῦ στόματος ἠρτημένον κοιλία καλεῖται, ἐκ δὲ τούτου ὁ καλούμενος κεκρύφαλος ἤρτηται, ἐχόμενος δὲ καθεῖται ὁ προσαγορευόμενος ἐχῖνος, μετὰ δὲ τοῦτον τὸ πρός τινων ἤνυστρον καλούμενον· ἀκριβέστερον δὲ ἐν τῷ δευτέρῳ ἐκθήσομα. (129) τὰ ζῷα πυτίαν ἔχει, τὰ δὲ ἄλλα οὐκ ἔχει· τί δέ ἐστι καὶ ποῦ κεῖται καὶ τίνος χάριν ἐν τῷ δευτέρῳ διασαφήσω. (130) τὰ μὴ πετόμενα τῶν ὀρνέων ταῦτα καὶ ὑπηνέμια τίκτει. (131) οὐδὲν τῶν ἀμφοδόντων ἐν τῇ μήτρᾳ κοτυληδόνας ἔχει, ὅθεν οὐδὲ ἄνθρωπος. (132) τὰ ἄναιμα ζῷα πολὺν χρόνον ὀχεύει· ψυχρὰ γάρ ἐστι. (133) μόνος τῶν ὀστρακοδέρμων ὦπται συνδυαζόμενος ὁ κοχλίας· τὰ γὰρ ἄλλα τὰς ὀχείας καὶ τὰς γενέσεις ἐξ ἰλύος ἔχει. (134) ὁ πῶλυψ δύο κοτυληδόνας ἔχει, ἡ δὲ ἑλεδώνη μονοκότυλός ἐστι. (135) τὰ διχηλὰ πάντα ἀστραγάλους ἔχει ἐν τοῖς ὀπισθίοις ποσί, τὰ δὲ ἄλλα οὐκ ἔχει. (136) τὰ πάντα δεξιά ἐστι, καθάπερ κήρυκες πορφύραι, | καὶ κινεῖται οὐκ ἐπὶ τὴν ἕλικα ἀλλ᾿ ἐπὶ τὸ καταντικρύ. (137) ἐχῖνοι 〈οἱ〉 θαλάττιοι εὐθέως γεννώμενοι πέντε ᾠὰ ἔχουσι· λέγεται δὲ ὡς διαιρούμενος κατὰ μέρος καὶ ἀφιόμενος εἰς τὴν θάλασσαν δύναται ζῆν καὶ νέμεσθαι. (138) μόνος τῶν ζῴων ὁ τέττιξ στόμα οὐκ ἔχει, ἀλλ᾿ ἐξοχήν τινα γλωσσοειδῆ, ᾗ ἀναλαμβάνων τὴν δρόσον τρέφεται· λέγεται δὲ ὡς οὐδὲ περίττωμα ἔχει. (139) αἱ ἀκρίδες οὐ φθέγγονται τῷ στόματι, τὰ δὲ πτερὰ παρατρίβουσαι ψόφον ἀποτελοῦσι. (140) τῶν ἐνύδρων τὰ θήλεα τῶν ἀρρένων μείζονά ἐστι. (141) τῶν πτηνῶν αἱ αἴθυιαι καὶ ὁ χαραδριὸς κωφά ἐστιν· οὔτε γὰρ φθέγγεται οὔτε ἀκούει. (142) μόνος ὁ ὄφις τὴν κεφαλὴν εἰς τὰ ὀπίσω στρέφει τοῦ ὅλου σώματος ἀκινητίζοντος. (143) μόνη ἡ πάρδαλις τὸ ἄκρον τῆς οὐρᾶς κινεῖ τῆς ὅλης οὐρᾶς ἀκινητιζούσης. (144) ἡ ἔχις μόνη τῶν ὄφεων ζῳοτοκεῖ. (145) τὰ μέλανα ζῷα τῶν λευκῶν ἰσχυρότερά ἐστι. (146) τὰ ἄναιμα τῶν ζῴων διαιρούμενα μᾶλλον τῶν ἐναίμων ζῇ.

---

Aristophanes of Byzantium, Historiae Animalium Epitome, ed. Spyridon Paulou Lampros. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0644.tlg001.local001/.
