# Historiae Animalium Epitome 131

Aristophanes of Byzantium, Historiae Animalium Epitome, B. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes-of-byzantium/historiae-animalium-epitome/131

(131) Τί βούλεται ἡ προνομαία τῶν | ἐλεφάντων; ὅτι μέγα τὸ ζῷον, καὶ τῶν χερσαίων τὸ μέγιστον, εἰς τὴν τῶν ἐντυγχανόντων ἔκπληξιν παραχθέν, πολύσαρκον ἐχρῆν εἶναι καὶ συμπεφορημένον τὸ σῶμα. τούτῳ εἰ μέγας καὶ ἀναλογῶν τοῖς ποσὶν ὁ τράχηλος προσετέθη, δυσμεταχείριστος ἂν ἦν, τῷ ὑπερβάλλοντι βάρει καταρρέπων ἀεὶ πρὸς τὰ κάτω. νῦν δὲ ἡ μὲν κεφαλὴ δι᾿ ὀλίγων τῶν τοῦ αὐχένος σπονδύλων πρὸς τὴν ῥάχιν συνάπτεται· ἔχει δὲ τὴν προνομαίαν, τὴν τοῦ τραχήλου χρείαν ἀποπληροῦσαν, δι’ ἧς καὶ τὴν τροφὴν προσάγεται καὶ τὸ ποτὸν ἀνιμᾶται. ἀλλὰ καὶ ἀδιάρθρωτοι αὐτῶν οἱ πόδες, οἱονεὶ κίονες ἐρρωμένοι τὸ βάρος ὑποστηρίζουσιν. εἰ γὰρ χαῦνα αὐτῶν καὶ δίυγρα ὑπετέθη τὰ κῶλα, συνεχεῖς ἂν ἐγίνοντο τῶν ἄρθρων αἱ ἐκτροπαί, συνοκλάζοντος καὶ διανισταμένου κουφίζειν τὸ βάρος μὴ ἐξαρκοῦντα. νῦν δὲ βραχὺς ἀστράγαλος ὑπόκειται τῷ ποδὶ τοῦ ἐλέφαντος, οὔτε μέντοι εἰς ἀγκύλην οὔτε εἰς γόνυ διήρθρωται. οὐ γὰρ ἂν ὑπήνεγκε τὸ τῶν ἄρθρων ὀλισθηρὸν τὴν πολυσαρκίαν τοῦ ζῴου, πολλὴν αὐτῷ περικεχυμένην καὶ περιτρέμουσαν. ὅθεν χρεία γέγονε τοῦ μυκτῆρος ἐκείνου μέχρι ποδῶν καθειμένου. οὐχ ὁρᾷς ἐν τοῖς πολέμοις ὅτι οἱονεὶ πύργοι τινὲς ἔμψυχοι τῆς φάλαγγος προηγοῦνται; ἢ βουνοί τινες σάρκινοι καὶ ἀνυπόστατον ἔχοντες τὴν ὁρμὴν τῶν ἐναντίων τὸν συνασπισμὸν διακόπτουσιν; οἷς εἰ μὴ ἦν ἀναλογοῦντα τὰ κάτω, πρὸς οὐδένα ἂν χρόνον τὸ ζῷον διήρκεσε. νῦν δὲ ἤδη τινὲς ἱστοροῦσι καὶ τριακόσια ἔτη καὶ πλείω τούτων βιοῦν τὸν ἐλέφαντα. διὰ τοῦτο συμπεπηγὼς καὶ οὐ διηρθρωμένος τὰ κῶλα. τὴν δὲ τροφήν, ὥσπερ ἔφαμεν, ἡ προνομαία χαμόθεν ἐπὶ τὸ ὕψος διακομίζει, ὀφιώδης τις οὗσα καὶ ὑγροτέρα τὴν φύσιν.

---

Aristophanes of Byzantium, Historiae Animalium Epitome, ed. Spyridon Paulou Lampros. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0644.tlg001.local001/.
