Ancient Greek · ~7 min
170 to 181
Aristophanes of Byzantium, Historiae Animalium Epitome 170-181
Not analysed yet
(170) κύει δὲ μῆνας δύο· τίκτει δὲ τὰ πλεῖστα δώδεκα, καὶ τὰ μὲν πρῶτα κατὰ τὸν πατέρα ὅμοια, τὰ δὲ ὕστερα κατ᾿ αὐτήν. κατέδεται δὲ τὸ χόριον εὐθέως πρὶν ἢ τῆς γῆς θιγεῖν. (171) ὀχεύει δὲ καὶ ὀχεύεται 5 κόων ἐπὶ τὸν τοῦ ζῆν αὐτοῦ χρόνον. (172) ἄρχεται δὲ τὸ σκέλος αἴρων οὐρεῖν γενόμενος ἑξαμηνιαῖος· ἡ δὲ θήλεια διόλου καθημένη οὐρεῖ. (173) ἀποβάλλει δὲ κόων τοὺς καλουμένους κυνόδοντας γενόμενος τετραμηνιαῖος· γηράσκων δὲ ὑπομελανοῖ τοὺς ὀδόντας καὶ ἀμβλεῖς ποιεῖ· ὅθεν καὶ διαγινώσκεται ὁ νέος παρὰ τὸν γέροντα ἐν τῷ λευκοὺς καὶ ὀξεῖς ἢ λείους καὶ ἀμβλεῖς ἔχειν τοὺς ὀδόντας. (174) εἰσὶ δὲ τῶν κυνῶν αἱ μὲν Λάκαιναι θήλειαι εὐφυέστεραι τῶν ἀρρένων κατὰ τὴν θήραν· ὀσφραντικώτεραι γάρ. τῶν δὲ Μολοττικῶν κυνῶν ἐκ τοῦ ἐναντίου. (175) λέγεται δὲ ἐπὶ τοσοῦτον ὀσφραντικὸν τὸ ζῷον εἶναι, ὥστε καὶ κρέως ὁμογενοῦς ὀπτοῦ ἢ ἑφθοῦ παραβληθέντος μὴ θιγεῖν, αἰσθανόμενον. (176) λέγεται δὲ ὡς τοὺς βεβρωκότας κύνας μᾶλλον ἐκβαύζειν ἢ τοὺς μὴ βεβρωκότας. (177) κάμνουσι δὲ οἱ κύνες νοσήμασι τρισί, κυνάγχῃ, λύσσῃ, ποδάγρᾳ. τούτων δὲ ἡ μὲν λύσσα ποιεῖ μανίαν, καὶ ὅταν δάκῃ, φησί, λυσσῶσα κύων, πάντα τὰ δηχθέντα ὑπ᾿ αὐτῆς ἀποθνήσκει πάρεξ ἀνθρώπου. (178) λέγει δὲ ἐν τῷ ἑβδόμῳ τῆς Ἰστορίας ‘ἀναιρεῖ δὲ καὶ ἡ λύσσα αὐτούς’ |,τοὺς λελυσσηκότας τῶν κυνῶν, ‘ἀποθνήσκουσι δὲ καὶ οἱ ποδαλγήσαντες αὐτῶν, ὀλίγοι δὲ σώζονται᾿. οὐχ ὑγιάζονται δὲ οὐδὲ οἱ συναγχικοὶ γενόμενοι. (179) γίνεται δὲ καὶ ψωρίασις περὶ τοὺς κύνας, καὶ τὴν μὲν ἀρχὴν οἱ κυνοτρόφοι θεραπεύουσιν, ἐγχρονίσασα δὲ καὶ αὐτὴ δυσέφικτον. λέγεται δὲ ὡς ἑλμινθιάσασα, σῖτον φαγοῦσα ἐκτινάσσει τὰς ἕλμινθας. (180) ζῇ δὲ ὁ μὲν Λακωνικὸς ἔτη δέκα, ἡ δὲ θήλεια δώδεκα· αἱ δὲ ἄλλαι ζῶσι δεκατέσσαρα. τὸ δὲ μυθολογούμενον περὶ τοῦ τοῦ Ὀδυσσέως κυνός, ὡς εἴκοσιν ἔτη ἔζησε, τῶν εἰκῇ πεπιστευμένων ἐστίν. (181) ἀφίησι δὲ κύων τῶν ἄλλων ζῴων βραδύτερον τὴν ψυχήν.