# Historiae Animalium Epitome 182-190

Aristophanes of Byzantium, Historiae Animalium Epitome, 182 to 190. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes-of-byzantium/historiae-animalium-epitome/182

(182) Ὁ κύων πολλὰ μὲν τίκτει σκυλάκια, τὸ δὲ πρῶτον προελθὸν τῆς ὠδῖνος ὁμοιότατόν ἐστι τοῦ πατρός. ἔοικε γὰρ ἡ φύσις προτιμᾶν τὰ κρείττονα. (183) τὰ δὲ σκυλάκια τίκτεται μὲν τυφλὰ καὶ οὐχ ὁρᾷ τῆς μητρῴας ὠδῖνος προελθόντα, καὶ τρισκαίδεκα ἡμερῶν τῶν πρώτων κατείληπται τῷ πάθει τῷδε, εἶτα ὀξυωπέστατα γίνεται τῶν ἄλλων ζῴων ἁπάντων. (184) ἔστι δὲ πολύγονον ὥσπερ ὗς διὰ τὸ ἔχειν τὴν μήτραν τόπους δεκτικοὺς πολλούς· ὁ τοίνυν θορὸς πάντας αὐτοὺς ἐκπληροῖ. (185) ἅπας δὲ κόων ἀγρευτικὸς λαβὼν θηρίον ἥδεται, καὶ κέχρηται τῇ ἄγρᾳ ὡς ἄθλῳ, ἐὰν αὐτῷ συγχωρήσῃ ὁ δεσπότης· εἰ δὲ μή, φυλάττει ζῶν ἔστ᾿ ἂν ὁ θηρατὴς ἀφίκηται. νεκρῷ δὲ ἐντυχὼν οὐκ ἂν ἅψαιτο, τοῖς ἀλλοτρίοις ἑαυτὸν πόνοις οὐκ ἐπιγράφων· οὐ γὰρ δεῖται κρεῶν, ἀλλὰ νίκης. (186) ὀχληθεὶς δὲ ὑπὸ νόσου κύων, οἶδε πόαν, ἧς γευσάμενος ἐμεῖ πᾶν τὸ λυποῦν μετὰ φλέγματος καὶ χολῆς, ὑποχωρεῖ τε αὐτῷ ἡ γαστήρ· καὶ μελαίνης μέντοι χολῆς ἐκκρίνει πλῆθος, ἤπερ οὖν ἐμμείνασα λύτταν ἐργάζεται. (187) καὶ ἄλλην δὲ ὁμοίως ἐσθίουσαι, τὸ μὲν ἐπιπολάζον τῆς τροφῆς ἀνεμοῦσι, τὰ δὲ περιττὰ κάτωθεν ἐκκρίνουσιν. ἔχουσι δὲ καὶ τραυμάτων ἀντίπαλον πόαν, τοῦ σίτου δὲ τὸ καλούμενον λήιον ἐσθίουσι, ἐκκρίνουσαι ἕλμινθας. ὁ δὲ τῆς μελίας καρπὸς τοὺς μὲν ὗς ἰαίνει, αὐτῷ δὲ ἄλγημα ἰσχίου προξενεῖ. τοῦτο δὲ τὸν κύνα οὐ λέληθε, διὸ καὶ ἀφίσταται αὐτῆς πάνυ ἐγκρατῶς. (188) ἀναιδέστατον μέντοι καὶ μὴ ὑποστελλόμενον κύων καὶ μῦς. (189) λιμοῦ δὲ μέλλοντος ἐπιδημεῖν αἰσθητικῶς ἔχουσι κύνες, ὥσπερ δὴ καὶ βόες καὶ αἶγες καὶ ὕες καὶ ὄφεις καὶ ἕτερα ζῷα. καὶ σεισμὸν δὲ καὶ λοιμὸν (προγινώσκει) καὶ ὑγείαν ἀέρος καὶ εὐφορίαν καρπῶν. (190) Ἡ δὲ Κρῆσσα κύων κούφη καὶ ἁλτικὴ καὶ ὀρειβασίαις σύντροφος· καὶ μέντοι καὶ αὐτοὶ Κρῆτες ᾄδονται τοιοῦτοι. τῶν δὲ Μολοσσῶν οἱ κύνες θυμικώτατοι, ἐπεὶ καὶ θυμοειδέστατοι οἱ ἄνδρες. οἱ δὲ Καρμάνιοι ἀγριώτατοι, ἐπεὶ καὶ τὸ ἔθνος αὐτὸ τὴν φύσιν τοιοῦτόν ἐστιν.

---

Aristophanes of Byzantium, Historiae Animalium Epitome, ed. Spyridon Paulou Lampros. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0644.tlg001.local001/.
