# Historiae Animalium Epitome 2-11

Aristophanes of Byzantium, Historiae Animalium Epitome, 2 to 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes-of-byzantium/historiae-animalium-epitome/2

(2) Σελάχια μὲν οὗν λέγεται ὅσα λεπίδας οὐκ ἔχει τῶν ἰχθυδίων, μύραινα γόγγρος νάρκη τρυγὼν βοῦς γαλεὸς καὶ τὰ μείζονα δὲ τούτων καὶ κητώδη λεγόμενα, καθάπερ δελφὶς φάλαινα φώκη. τούτοις δὲ μόνοις συμβέβηκε τῶν ἐνύδρων ζῳοτοκεῖν. (3) μαλάκια δὲ εἴρηται ὅσα τῶν ἐνύδρων ὀστέα οὐκ ἔχει, καθάπερ πολύπους σηπία τεῦθος τευθὶς ἀκαλήφη καὶ εἴ τι ἄλλο τοιοῦτον. ταῦτα δὲ καὶ ἄναιμα καὶ ἄσπλαγχνα συμβέβηκεν ὑπάρχειν. (4) μαλακόστρακα δὲ προσαγορεύεται τά τε τῶν ἀστακῶν καὶ καρίδων, ἔτι δὲ καὶ καρκίνων καὶ παγούρων καὶ τῶν ὁμοίων εἴδη· ταῦτα δὲ καὶ ἐκδύεσθαι τῶν ἐνύδρων μόνα λέγεται τὸ γῆρας. (5) ὀστρακόδερμα δὲ κατωνόμασται τά τε τῶν ὀστρέων καὶ πορφυρῶν καὶ κηρύκων καὶ στρόμβων καὶ ἐχίνων γένη, ταῦτα δὲ λέγεται μήτε ἄρσενα μήτε θήλεα ὑπάρχειν. (6) καρχαρόδοντα δέ ἐστιν ὅσα στρογγύλους καὶ ὀξεῖς καὶ ἐναλλάσσοντας τοὺς ὀδόντας ἔχει, οἶον λύκος λέων κύων πάρδαλις καὶ τὰ ἄλλα· ἔτι δὲ καὶ τὸ τῶν ἰχθύων πᾶν γένος καρχαρόδουν. ταῦτα δὲ σαρκοφάγα συμβέβηκεν εἶναι. (7) ἀμφόδοντα δέ ἐστιν ἄνθρωπος ἵππος ὄνος ἐλέφας καὶ πάντα ὅσα οὐκ ἐνηλλαγμένους τοὺς ὀδόντας ἔχει. τούτοις δὲ συμβέβηκε πιμελὴν ἀλλ’ οὐ στέαρ ἔχειν. (8) συνόδοντα δέ ἐστι βοῦς πρόβατον αἴξ, καὶ εἴ τι συμβέβηκε | στέαρ ἔχειν ἀλλ’ οὐ πιμελήν· ᾧ δὲ διαφέρει πιμελὴ στέατος ἐν τοῖς ἑξῆς ἀπαγγελῶ. (9) χαυλιόδοντα δέ ἐστι τὰ ὑποφαίνοντα ἔξω τοὺς ὀδόντας, οἷον ὗς ἐλέφας ἀσπάλαξ καὶ εἴ τι ἄλλο. (10) ἔντομα δὲ καλεῖται ὅσα τῶν ζῴων ἐντομὴν μεταξὺ ἑαυτῶν κέκτηται, καθάπερ ὅ τε σφὴξ καὶ μόρμηξ μέλιττα καὶ εἴ τι ἄλλο. ταῦτα δὲ τὰ ζῷα λέγεται μήτε ἀναπνεῖν μήτε πνεύμονα ἔχειν. (11) ἀμφίβια δὲ νενόμισται ὅσα τῶν ζῴων καὶ ἐν τῷ ὑγρῷ καὶ ἐπὶ τῆς χέρσου βιοῖ, καθάπερ ἵππος ποτάμιος καὶ ἔνυδρις καὶ ὁ κροκόδειλος. δύναται δὲ καὶ ὁ ἄνθρωπος ἀμφίβιος λέγεσθαι· εἰσὶ γὰρ οἳ ἅμα καὶ ἐν τῷ ὑγρῷ καὶ ἐν τῇ ξηρᾷ διαιτῶνται, καθάπερ ἐν Αἰγόπτῳ καὶ ἄλλῃ πολλαχῇ.

---

Aristophanes of Byzantium, Historiae Animalium Epitome, ed. Spyridon Paulou Lampros. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0644.tlg001.local001/.
