# Historiae Animalium Epitome 201

Aristophanes of Byzantium, Historiae Animalium Epitome, B. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes-of-byzantium/historiae-animalium-epitome/201

(201) Κυνῶν ἐς τοὺς τρέφοντας αὐτοὺς ἄμαχον εὔνοιαν ὁμολογεῖ καὶ ἐκεῖνο δήπου. ἔν τινι τῶν ἐμφυλίων πολέμων ἐν τῇ Ῥώμῃ Κάλβου τοῦ Ῥωμοίου σφαγέντος οὐδεὶς μέντοι τῶν ἐχθρῶν τοῦ ἀνδρὸς ἠδυνήθη τὴν κεφαλὴν ἀποτεμεῖν, καίτοι μυρίων ἀγώνισμα τιθεμένων σφίσι καὶ καλλώπισμα τοῦτο, πρὶν ἢ τὸν παρεστῶτά οἱ κύνα ἀποκτεῖναι ὄπ’ αὐτοῦ τραφέντα καὶ μέντοι καὶ τὴν εὔνοιάν οἱ πιστότατα ἀποσώζοντα καὶ ὑπερμαχοῦντα τοῦ κειμένου, ὥσπερ οὖν συστρατιώτην τε καὶ σύσκηνον ἀγαθὸν καὶ ἐς τὰ ἔσχατα φίλον. οἷον δ’ αὖ καὶ τόδε ἔρεξεν οὐκ ἀνὴρ μὰ Δία, ἀλλὰ ἀγαθὸς κύων καὶ τὴν γνώμην καρτερός, μαθεῖν ἄξιον. ὁ Ἠπειρώτης Πύρρος ὡδοιπόρει, εἶτα μέντοι περιτυγχάνει νεκρῷ πεφονευμένῳ καὶ κυνὶ παρεστῶτι καὶ φρουροῦντι τὸν δεσπότην, ἵνα μὴ πρὸς τῷ φόνῳ καὶ τῷ νεκρῷ λυμήνηταί τις. ἔτυχε δὲ ἄρα τρίτην ἔχων ὁ κύων ἀπόσιτος τὴν ἡμέραν ἐπὶ τῇ φιλοπόνῳ καὶ καρτερικωτάτῃ φρουρᾷ. ὅπερ οὖν διδαχθεὶς ὁ Πύρρος τὸν μὲν ᾤκτειρε καὶ ταφῆναι ἠξίωσε· τόν γε μὴν κύνα προσέταξε τυχεῖν κηδεμονίας, καὶ ἐδίδου ὅσα κυνὶ παρόντι ἐκ χειρός, καὶ μάλα γε ἱκανὰ καὶ ἐφολκὰ εἰς τὴν ἑαυτοῦ φιλίαν τε καὶ εὔνοιαν, κατὰ μικρὸν ὑπάγων τὸν κύνα Πύρρος. καὶ ταῦτα μὲν ἐς τοσοῦτον. εἶτα μέντοι οὐ μετὰ μικρὸν ἐξέτασις ὁπλιτῶν ἦν, καὶ ὁ βασιλεύς, ὃν προεῖπον, ἐθεᾶτο, καί οἱ παρῆν ἐκεῖνος ὁ κύων. καὶ τὰ μὲν ἄλλα ἑαυτὸν συνεῖχε καὶ πραότατος ἧν· ἐπεὶ δὲ ἄρα τοὺς τοῦ δεσπότου φονέας ἐν τῇ τῶν στρατιωτῶν εἶδεν ἐξετάσει, ὁ δὲ οὐκ ἐκαρτέρησεν ἐνταῦθα ἀτρεμεῖν, ἀλλ’ ἐς αὐτοὺς ἐπήδα καὶ ὑλάκτει ἀμύσσων τοῖς ὄνυξι, καὶ ἐς τὸν Πύρρον ἅμα ἐπιστρεφόμενος ὡς οἷός τε ἧν, | ἐπήγετο μάρτυρα ὅτι ἄρα τοὺς ἀνδροφόνους ἔχει. οὐκοῦν ὑπόνοια εἰσέρχεται καὶ τὸν βασιλέα καὶ τοὺς περιεστῶτας αὐτόν, καὶ ποιοῦνται ἐνθύμιον τὴν τοῦ κυνὸς ὑλακὴν τὴν ἐς τοὺς προειρημένους. καὶ συλληφθέντες στρεβλοῦνται, καὶ κατεῖπον ὅσα ἐτόλμησαν. καὶ δοκεῖ μὲν μῦθος ταῦτα τοῖς ἄλλοις ὅσοι Διὸς Ἑταιρείου καὶ Φιλίου τὸν θεσμὸν πατήσαντες εἷτα μέντοι ζῶντας προὔδοσαν τοὺς φίλους καὶ ἀποθανόντας· ἐγὼ δὲ οὐ πείθομαι τοῖς νοοῦσι κακῶς τὰ τῆς φύσεως καλά. εἴπερ οὖν τοῖς ἀλόγοις μετέδωκεν εὐνοίας τε καὶ στοργῆς, πάντως που καὶ τῷδε τῷ ζῷῳ τῷ λογικῷ μετέδωκε μᾶλλον. ἀλλὰ οὐ χρῶνται τῷ δώρῳ. καὶ τί δεῖ τὰ λοιπὰ ἐπλέγειν ὁπόσα ἄνθρωποι ὑπὸ τοῦ πονηροῦ κέρδους κακὰ τοὺς ἑαυτῶν φίλους εἰργάσαντο, ἐπιβουλὰς ῥάπτοντες καὶ προδιδόντες; ὡς ἐμέ γε ἀλγεῖν εἴπερ οὖν ἀνθρώπων πιστότερος καὶ εὐνούστερος ἐλήλεγκται ὁ κύων ὤν.

---

Aristophanes of Byzantium, Historiae Animalium Epitome, ed. Spyridon Paulou Lampros. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0644.tlg001.local001/.
