Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 227
Not analysed yet
(227) Τὰ δὲ ἴδια τῶν ζῴων εἰδέναι οὐδὲ θεοὶ ὑπερορῶσιν. ἀκούω γοῦν Εὐρυσθένην καὶ Προκλέα τοὺς Ἀριστομάχου τοῦ Κλεάνδου τοῦ Ὕλλου τοῦ Ἡρακλέους παῖδας βουλομένους ἂγεσθαι γυναῖκας ἐλθόντας εἰς Δελφοὺς τὸν θεὸν ἔρεσθαι τίνι ἂν κηδεύσαντες Ἑλλήνων ἢ βαρβάρων εἶτα μέντοι καλῶς καὶ εὐβούλως γῆμαι δόξαιεν, τὸν δὲ θεὸν αὐτοῖς ἀποκρίνασθαι ἐπανιέναι μὲν εἰς Λακεδαιμονίαν, ὑποστρέφειν δὲ κατὰ τὴν ὁδὸν ταύτην, καθ’ ἣν ἀφίκοντο. ἐν δ’ ἂν αὐτοῖς χώρᾳ τὸ ἀγριώτατον ἀπαντήσῃ ζῷον φέρον τὸ πραότατον, ἐνταῦθά τοι ἁρμόσασθαι γάμους· οὕτως γὰρ αὐτοῖς ἔσεσθαι λῷον. καὶ οἱ μὲν ἐπείθοντο· οἱ δὲ γίνονται κατὰ τὴν Κλεωναίων χώραν, καὶ ἐντυγχάνει αὐτοῖς λύκος φέρων ἄρνα ἔκ τινος ποιμένος αὐτὸν ἁρπάσας. συνέβαλον οὖν ἐκεῖνοι λέγειν ταῦτα τὰ ζῷα τὸν χρησμόν, καὶ ἡρμόσαντο τὰς Θεσάνδρου τοῦ Κλεωνύμου θυγατέρας δοκίμου ἀνδρός. εἰ δὲ οἱ θεοὶ ἴσασι τὸ ἡμερώτατον ζῷον καὶ τὸ ἀγριώτατον, οὐδὲ ἡμῖν ἐκμελὲς τὰς φύσεις αὐτῶν εἰδέναι.