Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 257
Not analysed yet
(257) Εὐωδίας τινὸς θαυμαστῆς τὴν πάρδαλιν μετεληχέναι φασί, ἡμῖν μὲν ἀπορρήτου, αὐτὴ δὲ οἶδε τὸ πλεονέκτημα τὸ οἰκεῖον, καὶ μέντοι καὶ τὰ ἄλλα ζῷα συνεπίσταται τοῦτο τῇ παρδάλει, καὶ ἁλίσκεται τὸν τρόπον τοῦτον. ἐκείνη ἡ πάρδαλις τροφῆς δεομένη ἑαυτὴν ὑποκρύπτει ἢ λόχμῃ πολλῇ ἢ φυλλάδι βαθείᾳ, καὶ ἐντυχεῖν ἐστιν ἀφανής, μόνον δὲ ἀναπνεῖ. οὐκοῦν οἱ νεβροὶ καὶ δορκάδες καὶ αἶγες αἱ ἄγριαι καὶ τὰ τοιαῦτα τῶν ζῴων, ὡς ὑπό τινος ἴυγγος τῆς εὐωδίας ἕλκεται, καὶ πλησίον γίνεται· ἡ δὲ ἐκπηδᾷ καὶ ἔχει τὸ θήραμα.