Ancient Greek · ~4 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 259
Not analysed yet
(259) Θήρα δὲ παρδάλεων Μαυρουσία εἴη ἄν. καὶ ἔστιν αὐτοῖς οἰκοδομία λίθων περιπεποιημένη καὶ ἔοικε ζωαγρίᾳ τινί· καὶ ἔστιν ὁ λόχος ὅδε ὁ πρῶτος· ὅ γε μὴν δεύτερος, ἐνδοτέρω σαπροῦ κρέως καὶ ὀδωδότος μοῖραν μηρίνθου τινὸς μακροτέρας ἐξαρτῶσι· θύραν δὲ ἐκ ῥιπίδων καί τινων καλάμων ἀραιὰν ἐπέστησαν, καὶ μέντοι καὶ δι’ αὐτῶν ἐκπνεῖται ἡ τοῦ κρέως τοῦ προειρημένου ὀσμὴ διαρρέουσα. αἴσθονται δὲ οἱ θῆρες· καὶ γὰρ ἐπὶ τοῖς κακόσμοις φιληδοῦσι· προσβάλλει γὰρ αὐταῖς ὁ τῶν προειρημένων ἀήρ, ἐάν τε ἐν ἀγρίοις τοῖς ὄρεσιν ἐάν τε ἐν φάραγγι, καὶ μέντοι καὶ ἐν αὐλῶνι. εἶτα ἀνεφλέχθη καὶ ἢ τῇ ὀσμῇ ἐντυχοῦσα, καὶ ὑπὸ τῆς ἄγαν ὁρμῆς ἐς τὴν θοίναν τὴν φίλην ᾄττει φερομένη· ἕλκεται δὲ ὑπ’ αὐτῆς ὡς ὑπό τινος ἴυγγος. εἶτα ἐμπίπτει τῇ θύρᾳ καὶ ἀνατρέπει αὐτὴν καὶ ἔχεται τοῦ δυστυχοῦς δείπνου. τῇ γάρ τοι μηρίνθῳ τῇ προειρημένῃ συνυφάνθη ἡ πάγη καὶ μάλα σοφή, ἥπερ οὖν ἐσθιομένου τοῦ κρέως κινεῖται, καὶ περιλαμβάνει τὴν λίχνον πάρδαλιν. καὶ ἑάλω γαστρὸς ἀδηφάγου καὶ μυσαρᾶς ἑστιάσεως δίκας ἐκτιννύουσα ἡ δυστυχής.