Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 267
Not analysed yet
(267) ταύτῃ τοι καὶ φι λοῦσι τὸν οἶνον αἱ παρδάλεις. αἴτιος ⟨δ’⟩ αὐταῖς οὖτος γίνεται τοῦ ἁλῶναι· καὶ γὰρ οἱ θηρῶντες κατὰ γῆν ἐρήμην ὕδατος, οἴνου παραπλήσαντες ἀμφορέας ἀπέλιπον· αἱ δ’ ἐν τῷ τόπῳ γενόμεναι, τῆς δίψης αὐτὰς αἱρούσης, ἐκθύμως ἀποχρῶνται τῷ οἴνῳ. εἶτα πρῶτον ἡδύ τι καὶ ἁπαλὸν σκιρτῶσι, ὡς δὲ ἥττους ἤδη τῆς μέθης γεγόνασιν, ἀνῆκαν ἑαυτὰς τῇ γῇ· βαθεῖ τῷ ὕπνῳ δὲ δεδαμασμένας οἱ θηραταὶ καταλαβόντες ὅπως ἂν καὶ γνώμης ἔχωσι ταύταις χρῶνται.