Ancient Greek · ~4 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 281
Not analysed yet
(281) Παντοδαπόν τι γένος ὁ πάνθηρ· δηλοῖ δὲ τὸ εἰδος, δηλοῖ καὶ αὐτὸ τοὔνομα. λέγεται γοῦν ἡ μήτηρ μυρίων ἔρωτας θηρῶν δεχομένη τὸν πολυειδῆ τόνδε θῆρα γεννᾶν. φέρει γὰρ ἐν μὲν ταῖς ὀφρύσιν ὑαίνης τὸ ἐπισκύνιον, οἱ ὀφθαλμοὶ δὲ αὐτῷ λέοντος, τὸ δὲ στόμα παρδάλει ἴσον, αἰγάγρου δὲ δίκην τῇ κεφαλῇ τὰ κέρατα ἀνεστᾶσι, μακρὰ τὰ ὧτα, αὐτόχρημα λαγωοῦ. τοὺς δὲ πόδας τὰ κάτω μὲν μέχρι καὶ τῶν γονάτων ὁμοίους ἔχει τῷ λέοντι καὶ ὄνυξιν ἴσοις καθωπλισμένους. αἱ κνῆμαι δέ, δορκάδων εἴποις ἂν αὐτάς. τῷ δὲ στήθει λέοντι ἂν ἢ παρδάλει αὐτὸν ὁμοιώσαις. τὴν οὐρὰν δὲ λύκῳ φέρει παραπλησίαν. κατάγραφος αὐτῷ πᾶσα ἡ δορὰ καὶ εἰς ζῆλον ἔσχατον τῇ παρδάλει. θέειν δὲ ὀξύτατον ὄν, δειλὸν ὅμως ἄκρως ἐστί, καὶ οὐδὲ μακρόθεν ὑπομείνειεν ὄψιν ἀνθρώπου. δοκεῖ γοῦν τὸ πρὸς τὰς γονὰς ξρμφορητόν τε καὶ πάμμικτον θήλειαν αὐτῷ καὶ ἄνανδρον τὴν ψυχὴν διαθεῖναι.