# Historiae Animalium Epitome 31-36

Aristophanes of Byzantium, Historiae Animalium Epitome, 31 to 36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes-of-byzantium/historiae-animalium-epitome/31

(31) Ἄρχεται δὲ ὁ ἄρρην φέρειν τὸ σπέρμα περὶ τὰ δεκατέσσαρα ἔτη γενόμενος, ὅτε καὶ ταῖς θηλείαις τὰ καταμήνα | δειγματίζει. (32) γεννᾷ. 337v δὲ ὁ μὲν ἄρρην εἰκοσαετής, ἡ δὲ θήλεια τεσσαρεσκαιδεκαετής. (33) ὀχεύει δὲ ὁ μὲν ἄρρην πᾶσαν ὥραν τοῦ ἔτους καὶ ἡ θήλεια ὀχεύεται, ἀλλ᾿ οὐχ ἑστῶτές εἰσιν οἱ χρόνοι αὐτοῖς, καθάπερ καὶ τοῖς ἄλλοις ζῴοις· ὁρμητικώτεροι δέ εἰσιν οἱ μὲν ἄρρενες πρὸς συνουσίαν ἐν τῷ χειμῶνι, αἱ δὲ γυναῖκες τῷ θέρει. (34) χρόνοι δὲ ἱστάμενοι ταῖς κυούσαις καθάπερ τοῖς ἄλλοις ζῴοις οὐκ εἰσίν, ἀλλ᾿ αἱ μὲν ἑπτὰ μῆνας κυήσασαι ἔτεκον, αἱ δὲ ἐννέα, αἱ δὲ δέκα καὶ τοῦ ἑνδεκάτου τινὲς προσέλαβον. ὅρος δὲ τοῦ γεννᾶν τοῖς μὲν ἀνδράσιν ἕως πεντήκοντα καὶ ἑξήκοντα ἐτῶν, γυναικὶ δὲ ἕως πέντε καὶ τεσσαράκοντα· ἤδη μὲν οὖν πεντηκονταετής τις γενομένη συνέλαβε. (35) τίκτει μὲν οὖν γυνὴ καὶ τέσσαρα καὶ πέντε καθάπερ ἐν Ἀθήναις ἡ τεκοῦσα πέντε τόκους ἀνὰ πέντε ἄρρενας. (36) Καὶ περὶ μὲν κυήσεως καὶ χρόνου οὐκ ἀεὶ οὕτως, περὶ δὲ ἐκτέξεως καὶ διδύμων καὶ τερατωδῶν καὶ πῶς ἄρρεν ἢ θῆλυ καὶ περὶ τροφῆς βρέφους καὶ ἀπογαλακτίσεως καὶ καταμηνίων ἐπισχέσεως καὶ τὸ ὅλον τῆς τοῦ σπέρματος οὐσίας καὶ πόθεν φέρεται κατὰ τὸ οἰκεῖον ἐν τῷ πρὸ τούτου συντάγματι καταριθμήσας ἐξεθέμην.

---

Aristophanes of Byzantium, Historiae Animalium Epitome, ed. Spyridon Paulou Lampros. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0644.tlg001.local001/.
