Ancient Greek · ~5 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 338
Not analysed yet
(338) Ἡ ἄρκτος χειμῶνος μὲν ἀποτίκτει, καὶ φωλεύει τεκοῦσα, καὶ ὑφορωμένη τοὺς κρυμοὺς τὴν ἐπιδημίαν τοῦ ἧρος μένει, οὐδ’ ἂν πρὶν ἢ πληρωθῆναι τρεῖς μῆνας ἐξάγοι ποτὲ τὰ βρέφη. ὅταν δὲ αἴσθηται ἑαυτῆς πεπλησμένης, ὑφορωμένη τοῦτο ὡς νόσον, ζητεῖ φωλεόν. ἐντεῦθέν τοι καὶ κέκληται τῇ ἂρκτῳ φωλεία τὸ πάθος. εἶτα εἰσέρχεται οὐ βαδίζουσα, ἀλλ’ ὑπτία, ἀφανίζουσα τοῖς θηραταῖς τὰ ἴχνη· ἑαυτὴν γὰρ ἐπισύρει κατὰ νώτου. καὶ παρεισελθοῦσα ἡσυχάζει, καὶ τρόπον τινὰ τὴν ἕξιν ῥινᾷ, καὶ δρᾷ τεσσαράκοντα ἡμέρας αὐτό. καὶ λέγει μὲν Ἀριστοτέλης ὅτι ἄρα δὶς ἑπτὰ ἡμερῶν ἀκίνητος μένει καὶ ἀτρεμεῖ, τῶν δὲ ἄλλων στρέφεται μόνον. ἄσιτος δὲ ἄρα διαμένει τῶν τεσσαράκοντα πασῶν καὶ ἄτροφος, ἀπόχρη δὲ αὐτῇ τὴν δεξιὰν περιλείχεσθαι. ἐκ δὲ τῆς συντήξεως τῆς ἂγαν συνέπτυκται τὸ ἔντερον αὐτῇ καὶ συνῆλθεν. ὅπερ εἰδυῖα, ὅταν προέλθῃ, τοῦ καλουμένου ἄρου τοῦ ἀγρίου ἐσθίει. τὸ δὲ ἄρον φυσῶδες ὂν διίστησιν αὐτῇ τὸ ἔντερον καὶ εὐρύνει αὐτὸ καὶ ἀποφαίνει τροφῆς δεκτικόν. ὅταν δὲ αὖ πάλιν ᾖ πεπληρωμένον, μυρμήκων ἐσθίει καὶ κενοῦται ῥᾷστα, κενώσεις μὲν δὴ φυσικαὶ τῶν ἄρκτων καὶ πληρώσεις εἰς δέον εἰς τοσοῦτον εἴρηνταί μοι, μήτε ἰατρῶν μήτε γραμμάτων ὡς ἄνθρωποι δεόμεναι.