Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 340
Not analysed yet
(340) Ἐκ τοῦ Τιμοθέου. Τῇ ἄρκτῳ δὲ τὸ σκυμνίον ἄμορφόν τε καὶ ἄναρθρον οὐκ ἐκ τῆς νηδύος, ἀλλ’ ἐκ τοῦ λαιμοῦ προῖέναι λόγος κατέχει, καὶ τάχα δὴ τῷ σπεύδειν ἤδη περὶ τὴν μίξιν ἐξαμβλοῖ τὸ τικτόμενον καὶ ἀτελὲς ἀφίησι πρὸ τῆς ὥρας. καὶ γὰρ ἄνευ λαγωοῦ καὶ λύκου θὴρ πᾶσα θήλεια παρ’ ὅλον δήπου τὸν τῆς κυήσεως χρόνον ἀπαγορεύει τὴν μίξιν. ἤδη δὲ περὶ τὸ ὠδίνειν οὖσα τῇ ἀστρῴᾳ ἄρκτῳ προσανατενίζει καὶ κουφοτέρας ὑφίσταται τὰς ὠδῖνας.