# Historiae Animalium Epitome 35

Aristophanes of Byzantium, Historiae Animalium Epitome, Α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes-of-byzantium/historiae-animalium-epitome/35

(35) Διαπορεῖ δὲ Ἀριστοτέλης περὶ τοῦ τόκου τὸ ὅλον καὶ περὶ τῆς γενέσεως τῶν μελισσῶν καὶ πότερον ἄρρεν ἐστὶν ἡ μέλισσα, ὁ δὲ κηφὴν θῆλυς ἢ τὸ ἐναλλάξ· διαπορεῖ δὲ καὶ εἰ ἐξ ἀλλήλων ἡ γένεσις ἢ μεταφέρει ἔξωθεν γόνον ἢ ἔκ τινων ἑτερογενῶν ἡ τούτων γένεσις· οὐ γὰρ ὥφθη, ὀχεύοντα. ἀπίθανον οὖν φησι τὸ μεταφέρειν ἄλλοθεν, ὥς τισιν ἤρεσεν, αὐτὰς γόνον εἰ γὰρ μὴ τίκτουσαι μεταφέρουσιν, ἔδει κἀκεῖ γίνεσθαι μελίσσας αὐτῶν μὴ μεταφερουσῶν. εἰσὶ δὲ οἱ μὲν κηφῆνες ἄκεντροι, αἱ δὲ μέλισσαι κέντρον ἔχουσι· ἄλογον δὲ τὸ πρὸς τὴν ἀλκὴν τὸ θῆλυ ἔχειν ἀλλ’ οὐ τὸ ἄρρεν. πάλιν δὲ οὐκ εὔλογον τὰς μὲν μελίσσας ἄρρενας εἶναι, τοὺς δὲ κηφῆνας θηλείας· οὐδὲν γὰρ τῶν ἀρρένων διαπονεῖται περὶ τὰ τέκνα οὕτως, αἱ δὲ μέλισσαι ὅσα αἱ θήλειαι περὶ τὰ ἔκγονα ποιοῦσι θεωροῦνται πράττουσαι.

---

Aristophanes of Byzantium, Historiae Animalium Epitome, ed. Spyridon Paulou Lampros. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0644.tlg001.local001/.
