Ancient Greek · ~7 min
388 to 396
Aristophanes of Byzantium, Historiae Animalium Epitome 388-396
Not analysed yet
(388) Ἐκ τοῦ Τιμοθέου. Πονηρόν τι ζῷον καὶ κακοῦργον ἡ ἰκτίς, ἐπίβουλόν τε ὄρνισι μάλιστα ταῖς κατοικιδίοις. ἕρπει γοῦν ἀνὰ τοὺς τοίχους καὶ αὐταῖς ἐπιτίθεται· ὁπότε δὲ ὀλισθῆσαι συμβαίη, τὸ στόμα μύσασα συνέχει τὸ ἄσθμα καὶ πνεύματος οὔσα πλήρης τῇ γῇ ἐλαφρὰ φέρεται καὶ ἀπαθὴς κακοῦ διαμένει. (389) ἀλλ’ ὅμως τῇ καλιᾷ τῶν ὀρνίθων πηγάνου παρατεθέντος οὐκ ἂν θηράσγῃ τὴν εἴσοδον οὐδ’ εἰ μάλιστα τῷ. λμῷ τρύχηται. (390) Ἀριστοφάνους. Ἡ ἀλώπηξ ἐστὶ μὲν καὶ αὐτὴ καρχαρόδους καὶ πολυσχιδής, ἀνατμηθεῖσα δὲ κυνὶ τὰ ἐντόσθια πάντα κέκτηται ὅμοια. (391) ὀχεύει δὲ ἐπιβαίνουσα καθάπερ καὶ ὁ κύων· τίκτει δὲ ὡσεὶ ἄρκτος σάρκα ἀδιάρθρωτον, καὶ ὅταν μέλλῃ τίκτειν ἐκτοπίζει, ὥστε μηδ’ ὅλως θεωρηθῆναι. τεκοῦσα δὲ τῇ γλώττῃ θεραπεύει τὰ παιδία. τίκτει δὲ τὰ πλεῖστα τέσσαρα. (392) Αἰλιανοῦ. Αἱ ἀλώπεκες σκίλλης πέταλα τοῖς φωλεοῖς ἐμβάλλουσι τῶν λύκων ἐκφεύγοντες τὴν ἐπιβουλήν. (393) τὰς ἀκάνθας δὲ τοῦ ἐχίνου φοβουμένη, ἡσύχως ὑποκνήθουσα τῷ ἑαυτῆς στόματι ἀνατρέπει αὐτοὸς ὑπτίους, καὶ ἀνασχίσασα κατεσθίει. (394) φασὶ δὲ καὶ ἄλλως περιγίνεσθαι τὴν ἀλώπεκα τοῦ ἐχίνου· εἰληθέντα γὰρ αὐτὸν θεασαμένη, ἐπεὶ μὴ δύναται ἐνδακεῖν διὰ τὰς ἀκάνθας, ἐνουρεῖ αὐτοῦ εἰς τὸ στόμα, ὁ δὲ ἀποπνίγεται, καὶ τοῦ πνεύματος ἔνδον ἐκ τῆς συνειλήσεως κατεσχη· μένου καὶ ἐπφρέοντος αὐτῷ τοῦ προειρημένου ἢφηκεν αὐτόν. (395) θηρεύουσι δὲ τὰς ὠτίδας οὕτως. τὴν κέρκον ἀνατείνασαι ὡς τράχηλον ὄρνιθος, ἀποστραφεῖσαι πρὸς τὰς ὄρνιθας, τὸ δ’ ἔλλο σῶμα εἰς γῆν κύψασαι ποιοῦσι προσιέναι ὡς πρὸς ὄρνιν ὁμόφυλον, καὶ εἶτα ἐπιθέμεναι κτείνουσι. (396) τοὺς δὲ ἰχθῦς πάλιν θηρεύουσιν οὕτως. εἰς τὴν ὄχθην ἔρχονται τοῦ ποταμοῦ, καὶ τὴν οὐρὰν καθιᾶσιν εἰς τὸ ὕδωρ, τὰ δὲ προσνέοντα ἐνίσχεται καὶ ἐμπλάσσεται τῷ δάσει τῶν τριχῶν. αἱ δὲ αἰσθόμεναι τοῦ μὲν ὕδατος ἀναχωροῦσιν, ἐλθοῦσαι δὲ ἐς τὰ ξηρὰ χωρία διασείουσι τὰς οὐράς, καὶ ἐκπίπτει τὰ ἰχθύδια καὶ ἐκεῖναι δεῖπνσν ἔχουσι.