Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 399
Not analysed yet
(399) Τοῦ αὸτοῦ ἐκ τοῦ πλάτους. Λῖ δὲ ἀλώπεκες εἰς ὑπερβολὴν προήκουσαι κακουργίας καὶ τρόπου δολεροῦ ὅταν θεάσωνται σφηκιὰν εὐθηνουμένην, αὐται μὲν ἀποστρέφονται τὸν χηραμὸν ἐκνεύουσαι καὶ τὰς ἐκ τῶν κέντρων τρώσεις φυλαττόμεναι· καθιδᾶσι δὲ τὴν οὐρὰν δασυτάτην οὔσαν καὶ μηκίστην τὴν αὐτὴν καὶ διᾳσείουσαν τοὺς σφῆκας, οἱ δὲ προσέραἱ χονται τῷ τῶν τριχῶν δάσει, ὅταν δὲ ἀναπλασθῶσιν αὐτῷ, προσαράττουσι τὴν οὐρὰν ἢ δένδρῳ ἢ αἱμασιᾷ ἢ τοίχῳ· παιόμενοι δὲ οἱ σφῆκες ἀποθνήσκουσιν. εἶτα ἧλθον ἐπὶ τὸν αὐτὸν τόπον, καὶ τοὺς λοιποὺς προσαναλέξασαι καὶ ἀποκτείνασαι κατὰ τοὺς πρώτους, ὅταν ἐννοήσωσι λοιπὸν εἰρήνην εἶναι καὶ ἀπὸ τῶν κέντρων ἐλευθερίαν, καθῆκαν τὸ στόμα καὶ τὰ σφηκία ἐσθίουσι μήτε θορυβούμεναι μήτε μὴν τὰ κέντρα ὑφορώμεναι.