Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 431
Not analysed yet
(431) τὰ ὅμοιω δὲ πάσχειν καὶ τὸν ὄφιν φασίν, πρὸς μάχην αὐτῷ ξυγγενόμενον. ὁ μὲν γὰρ ταῖς ἀκμαῖς τῶν τριχῶν ἐμβεβηκλς αὐτοῦ τοὺς ὀδόντας ξυνῆκε, τοῦτο δὴ τὸ λεγόμενον, εἰς κέντρα λακτίζων, εἶτα καὶ νῶτα δοὺς ὀξὺς οἴχεται. ὁ δ’ ὥσπερ ἔχει σχήματος, εὐθὺ τούτου φέρεται δίκην σφαίρας ἐγκυλιόμενος, καὶ καταλαβὼν ἐμπίπτει καὶ ταῖς ἀκάνθαις αὐτὸν ἐμπείρων οὐκ ἀπολήγει. ὁ δέ γε ὄφις ἡττώμενος τῶν πληγῶν τῷ ὁλκῷ περιβέβληκε, καὶ συνέσφιγξεν αὐτὸν ἐρρωμένως, ἀλλ’ ὅδε μᾶλλον εἴσω τοῦ κακοῦ γενόμενος κατέξανται ταῖς ἀκάνθαις, ἐκεῖνόν τε οὐδὲν βλάψας ἑαυτῷ φθορᾶς γέγονεν αἴτιος.