# Historiae Animalium Epitome 46-54

Aristophanes of Byzantium, Historiae Animalium Epitome, 46 to 54. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes-of-byzantium/historiae-animalium-epitome/46

(46) Kύει δὲ τὰ ἐμφανῆ τῶν ζῴων ἀεὶ τοὺς ἴσους χρόνους, ἄλλοι δὲ ἄλλοις ἑστῶτές εἰσιν. (47) ἡ μὲν οὖν γυνὴ ἕνα χρόνον ἑστῶτα οὐκ ἔχει τῆς κυήσεως καθάπερ τὰ ἄλλα ζῷα, ἀλλὰ καὶ ἑπτὰ μῆνας κυήσασα τίκτει καὶ ὀκτὼ καὶ ἐννέα, εἰσὶ δὲ αἳ καὶ ⟨τοῦ⟩ δεκάτου καὶ τοῦ ἑνδεκάτου ἤδη προσέλαβον. (48) κύων κύει μὲν τέσσαρας μῆνας, τῷ δὲ πέμπτῳ τίκτει, τίκτει δὲ τὰ πλεῖστα εἴκοσι. κύει δὲ καὶ λύκος ὁμοίως. (49) ἡ δὲ ἵππος κύει μὲν μῆνας ἕνδεκα, τῷ δὲ δωδεκάτῳ τίκτει· ἡ δὲ ὄνος μῆνας δέκα, τῷ δὲ ἑνδεκάτῳ τίκτει· ἡ δὲ κάμηλος μῆνας δέκα· ἡ δὲ ἔλαφος ὀκτώ· ἡ δὲ ἄρκτος ἡμέρας τριάκοντα τὰς πάσας. (50) ἡ δὲ λέαινα κύει καί ἡ μῦς καὶ ἡ πανθὴρ καὶ ἡ πάρδαλις καὶ αἴλουρος καὶ ἰχνεύμων ὅσονπερ οἱ κύνες χρόνον, λέγω δὲ τὸν τετραμηνιαῖον. (51) ἡ δὲ δασύπους τίκτει κατὰ μῆνα. (52) τὸ δὲ πρόβατον κύει μῆνας πέντε, ὡσαύτως καὶ ἡ αἴξ· ἡ δὲ βοῦς μῆνας ἐννέα, τῷ δὲ δεκάτῳ τίκτει· ὁ δὲ ἐλέφας ἔτη δύο, οἱ δὲ λέγουσι δέκα καὶ ὀκτὼ μῆνας, τῷ δὲ ἐννεακαιδεκάτῳ τίκτει. (53) ῥηθήσεται δὲ καὶ περὶ τῆς ἐκτέξεως αὐτῶν καὶ ἐκτροφῆς καὶ τῆς ποσότητος τῶν γεννωμένων καὶ τὸ ὅλον τοῦ βίου αὐτῶν ἐπ’ ἀκριβείας κατὰ προγραφὴν ἐν τῷ δευτέρῳ ἐπιγραφησομένῳ δὲ περὶ τῶν ζῳοτοκούντων, νῦν δὲ ὑπομνήσεως χάριν ἐπιτετροχάσθω. (54) Ἐπειδὴ δὲ ἀρχὴ πάσης γενέσεως ἐναίμου τὸ σπέρμα, τί δέ ἐστι καὶ ποῖον κατὰ τὴν οὐσίαν καὶ πόθεν ζητεῖται, ἀκόλουθον ἂν εἴη τοῖς προειρημένοις καὶ περὶ τούτου εἰπεῖν.

---

Aristophanes of Byzantium, Historiae Animalium Epitome, ed. Spyridon Paulou Lampros. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0644.tlg001.local001/.
