Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 49
Not analysed yet
(49) Ὅτι μετὰ τοὺς ἰχθυοφάγους παρὰ τὸν Ἀσταβάραν ποταμόν, ὃς φέρεται μὲν ἀπὸ τῆς Αἰθιοπίας καὶ τῆς Λιβύης, ἔστι δὲ τοῦ Νείλου πολλῷ ταπεινότερος, συμβάλλων δὲ τὴν οἰκείαν ὁρμὴν τῷ μείζονι. ῥείθρῳ νῆσον ποιεῖ τῇ περιρρύσει τὴν Μερόην· παρὰ γοῦν τὸν εἰρημένον ποταμὸν ἐπ᾿ ἀμφοτέροις κατοικεῖ τοῖς χείλεσιν ὄχλος οὐ πολὺς μέν, τῷ δὲ βίῳ τοιοῦτος. ἐκ τοῦ παρήκοντος ἕλους τὰς ῥίζας τῶν καλάμαν ὀρύττει, κἄπειτα πλύνας καθαρῶς ἐκκόπτει λίθοις πρὸς μέρος, ποιήσας δὲ λεῖον καὶ κολλῶδες ἐνέπλκσεν ἐκμαγίσας καὶ οὐ χειροπληθεῖς ὄγκους, εἶτα ἐν τῷ καύματι παροπτῶν, ταύτην ἔχει προσφοράν. ἔχουσι δὲ οὖτοι κακὸν ἂφυκτον, τοὺς ἐν τοῖς ἕλεσι λέοντας ἐπιτιθεμένους αὐτοῖς. ὑπὸ δὲ τὴν ἐπιτολὴν τοῦ κυνὸς γίνεταί τι κωνόπων πλῆθος ἄπλετον, τηλικαύτην ἔχον δύναμιν ὥστε τὸν λαὸν εἰς τὰς λιμνώδεις ὑγρασίας ἀπελθόντα ἐκεῖ μένειν ἀφανῆ. ὑφ’ ὧν καὶ οἱ λέοντες ἐκτοπίζονται οὐχ οὕτως ὑπὸ τοῦ δηγμοῦ δηλούμενοι, καίπερ ὄντος ἐπαχθοῦς, ὡς τὸν ἀπὸ τῆς φωνῆς ἦχον ἀλλόφυλον ἀδυνατοῦντες φέρειν. ἀλλὰ ταῦτα μὲν ἀπηγγέλθω τοῦ παραδόξου χάριν· τί γὰρ ἰδιώτερον ἠ λέοντας μὲν ἐκχωρεῖν κώνωψιν, ἀνθρώπους δὲ σώζεσθαι ὑπὸ τοιούτου κινδύνου;