Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 51
Not analysed yet
(51) Ὅτι μετὰ τοὺς εἰρημένους εἰσὶν οἱ παρὰ τοῖς ἐγχωρίοις λεγόμενοι κυνηγέται. οὖτοι δὲ διὰ τὴν τῶν θηρίων φοράν, ἣν ὁ τόπος ἄπλετον φέρει, ἐν τοῖς δένδρεσι μὲν σκηνοῦσιν, ἐξ ἐνέδρας δὲ ἀγρεύοντες τὰ θηρία τροφὴν ἑαυτοῖς ταῦτα ποιοῦνται. εἰσὶ καὶ τοξείας ἐπιστήμονες. ἐπὰν δὲ θήρας ἀπορῶσι, τοῖς δέρμασι τῶν προτεθηραμένων. τὴν ἔνδειαν ἀναπληροῦσι, βρέξαντες τὰς βύρσας καὶ ἐπ’ ἀνθρακιὰν κούφην ἐπιβαλόντες, εἶτα σποδιάσαντες καὶ εἰς διαίρεσιν ἀγαγόντες.