# Historiae Animalium Epitome 53

Aristophanes of Byzantium, Historiae Animalium Epitome, B. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes-of-byzantium/historiae-animalium-epitome/53

(53) τρίτον δέ ἐστι γένος ἐλεφαντοφάγων οἵ, ἐπειδὰν οἱ ἐλέφαντες τῆς νομῆς ἐμφορηθέντες πρὸς ὕπνον τραπέσθαι ζητῶσιν, (οὐκ ἐπὶ γῆς δὲ ἀναπεσόντες ὑπνοῦσιν, ἀλλὰ τοῖς παχυτάτοις καὶ μεγίστοις δένδρεσι προσανακλίναντες ἑαυτούς, ὥστε τοὺς μὲν δύο πόδας τοὺς πλησίον τοῦ στελέχους πρὸς τὴν γῆν ἐλαφρῶς ὑπερείδεσθαι, τὴν δὲ πλευρὰν τὸ πᾶν σῶμα ἐκδεχομένην ὀχεῖσθαι πρὸς τῇ φύσει τοῦ ξύλου, καὶ τοῦτον τὸν τρόπον τῆς καταφορᾶς τυγχάνειν οὐκ εἰλικρινοῦς, ἀλλὰ παρεψευσμένης, διὰ τὸ προσκεῖσθαι τοῖς βαθέσιν ὕπνοις 2γωνίαν ἰσχυράν, φθορᾶς ὑποκειμένης παραχρῆμα τῷ σφαλέντι διὰ τὴν ἔκλυσιν τὴν φυσικήν)· οἱ οὖν ἀπὸ τῆς τούτων θήρας τὸν βίον ποιούμενοι, τοὺς δρυμοὺς περιπλανώμενοι καὶ τὴν τοῦ θηρίου κοίτην ἐπισημηνάμενοι, ἐκ τῶν ὄπισθεν τοῦ δένδρου τόπων πρίζουσιν ἕως ἂν μήτε κλίνοιτο πᾶν μήτε ἰσχῦον ἄγαν καὶ ἰσχυρὸν ἀπολείποιτο, μένει δὲ ἑστηκὸς ἐπὶ βραχείας ῥοπῆς. τὸ δὲ ζῷον ἀπὸ τῆς νομῆς ἐπὶ τὸν συνήθη τόπον τῆς κοίτης ἀνακλινόμενον αἰφνίῶιόν τε πίπτει τοῦ ξύλου κλασθέντος, καὶ πρόκειται τοῖς θηρευταῖς δεῖπνον ἕτοιμον. τὰς γὰρ ὀπισθίους κόψαντες οὗτοι σάρκας, καὶ ποιήσαντες ἔξαιμον τὸ ζῷον, εἶτα νεκρόν, πρὸς τὴν ἑαυτοῦ χρείαν ἕκαστος τὰ μέλη διαιροῦσιν.

---

Aristophanes of Byzantium, Historiae Animalium Epitome, ed. Spyridon Paulou Lampros. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0644.tlg001.local001/.
