Ancient Greek · ~5 min
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 55
Not analysed yet
(55) Ἐναπορεῖ ὁ Ἀριστοτέλης κατὰ μὲν πρῶτον περὶ τῆς οὐσίας αὐτοῦ. πῶς γάρ, φησίν, ἐξερχόμενον ἐκ τοῦ ζῴου παχὺ καὶ λευκόν ἐστιν, ἐπιμένον δὲ καὶ ψυχόμενον εἰς ὕδωρ ἀναλύεται; ἄτοπον δέ ἐστιν ὕδωρ αὐτὸ λέγειν· οὐ γὰρ παχύνεται ὑπὸ θέρμης ὕδωρ, τὸ δὲ σπέρμα παχύ τι καὶ λευκὸν χρῆμα φαίνεται ὑπάρχον. ἀλλ’ εἰ ἐλέγομεν αὐτὸ ἐκ γεώδους καὶ ὑδατώδους εἶναι, ἐχρῆν καὶ ψυχόμενον αὐτὸ μὴ ἐξυδατοῦσθαι, τοὐναντίον δὲ καὶ πήσσεσθαι, καθάπερ καὶ τὰ ἐκ τῆς γῆς καὶ ὕδατος ὁρῶμεν τῷ χρόνῳ ξηραινόμενα. ἀλλὰ μὴν καὶ εἰ ἧν αἶμα, ὥς τινες ἔφασαν τῶν ἀρχαίων, πέψει δὲ μεταβεβληκὸς τὴν χροιάν, ἔδει αὐτὸ τῷ ψύχει μᾶλλον πήσσεσθαι, ὅπερ καὶ περὶ πᾶν αἷμα ψυχόμενον συμβαίνει. μήποτε οὖν, φησίν, ἐξ ὕδατος καὶ πνεύματός ἐστιν, οἷος ὁ ἀφρὸς ὁ ἐπὶ τοῦ ὕδατος γινόμενος; οὗτος γὰρ γίνεται παχύτερος καὶ λευκότερος ὅσῳ ἂν ἐλάττους καὶ ἀδηλοτέρας ἔχῃ τὰς πομφόλυγας. τὸ δ’ αὐτὸ γινόμενον ὁρᾶται καὶ περὶ τὸ ἔλαιον τὸ μετὰ τοῦ ὕδατος· παχύνεται γὰρ ἅμα καὶ λευκαίνεται ἐν τῇ τοῦ πνεύμκτος παρεμβολῇ· ἡ γὰρ ἀνακοπὴ καὶ ἡ κίνησις πλεῖον πνεῦμα αὐτοῖς ἐγκατακλείει. ἀμέλει δὲ καὶ αὐτὸ τὸ ἔλαιον πνεῦμα ἔχει ἐν ἑαυτῷ πλεῖστον, δι’ οὔ καὶ ἐπὶ τοῦ ὕδατος ἐπιπολάζει ἀνακουφιζόμενον ὑπὸ τούτου. ὅθεν ἐξ ὕδατος καὶ πνεύματος λέγοι ἄν τις τὸ σπέρμα εἶναι καθάπερ, ὡς προεῖπον, καὶ ὁ ἀφρός.