Ancient Greek
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 58
Not analysed yet
(58) ἀντιλέγει δὲ καὶ τοἵς λέγουσι τὸ σπέρμα σύντηγμα εἶναι· ἄλογον γάρ, ἐπειδὴ πᾶσα σύντηξις τῶν παρὰ φύσιν, ἐκ δὲ τῶν παρὰ φύσιν ζῷον οὐκ ἂν γένοιτο. συνάγει οὖν τὸ σπέρμα τὴν μὲν οὐσίαν ἐξ ὕδατος καὶ πνεύματος, τὴν δὲ γένεσιν εἰληφέναι ἐκ περιττώματος χρησίμης τροφῆς τῆς ἐσχάτης. ἐσχάτη δὲ ἡμῖν, ἐστὶ τροφὴ τὸ οἶμα, ὥστε ἐκ τῆς αἱματικῆς τροφῆς τῆς ἐν τῷ συνδυασμῷ πεττομένης καὶ μεταβεβληκυίας τὸ σπέρμα. διὸ καὶ μεγάλην αὐτὸ ἔχει δύναμιν.