# Historiae Animalium Epitome 68-2-76

Aristophanes of Byzantium, Historiae Animalium Epitome, 68 to 76. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes-of-byzantium/historiae-animalium-epitome/68-2

(68) Ὁ ἐλέφας ἐστὶ μὲν ἀμφόδους καὶ πολυσχιδής, ἔχει δὲ χαυλιόδοντας ἄνω δύο, πορεύεται δὲ κατὰ διάμετρον χιάζων, ἀλλ’ οὐ κατὰ σκέλος. (69) ἔχει δὲ δακτύλους πέντε μικροὺς καὶ οὐκ ἐπὶ πολὺ μῆκος ἐσχισμένους, ἔχει δὲ καὶ τὰ ἐμπρόσθια σκέλη πολλῷ μείζονα τῶν ὀπισθίων. (70) ἔχει δὲ καὶ δύο μαστοὺς κατὰ τὰς μασχάλας καὶ μυκτῆρα ᾦ χρῆται ὡς χειρί. (71) γλῶττα μικρὰ καὶ δυσθεώρητος. (72) ἔχει δὲ καὶ αἰδοῖον ὁ ἄρρην ὅμοιον ἵππῳ. μικρὸν δὲ ἅς καθ’ ἑαυτόν· τοὺς δὲ ὄρχεις ἔχει οὐκ ἔξω, ἀλλ’ ἐντὸς παρὰ τοῖς νεφροῖς. (73) ἡ δὲ θήλεια τὴν φύσιν ἔχει ὁμοίαν ὄνῳ, ἀναπτυχθεῖσα δὲ τά μὲν ἄλλα σπλάγχνα ἔχει ὅμοια ὑείοις, μεγέθει διαφέροντα, χολὴν δὲ οὐκ ἔχει πρὸς τῷ ἥπατι, ἀλλὰ πρὸς τῷ ἐντέρῳ. (74) ἄρχεται δὲ τῆς ὀχείας ὁ μὲν ἄρρην ἐτῶν γενόμενος πέντε, ἡ δὲ θήλεια δέκα. ἐν ἑτέροις δὲ ἀντιγράφοις εὑρίσκομεν, ὡς ἂρχεται μὲν ἡ θήλεια ὀχεύεσθαι καὶ ὁ ἄρρην ἐπιβαίνειν ἐτῶν γενόμενος εἴκοσιν. ὀχεύει δὲ συγκαθισάσης τῆς θηλείας· ὁ ἄρρην γὰρ ἐπιβαίνει. (75) κοεῖ δὲ ἔτη δύο· οἱ δὲ μῆνας δεκαοκτώ. (76) τίκτει δὲ ἡλίκον μόσχῳ ἐνιαυσιαίῳ ἔν, καὶ εὐθέως ἐκτεχθὲν θηλάζει τῷ στόματι, ἀλλ’ οὐ τῇ προβοσκίδι, εὐθέως δὲ βαδίζει τὸ γεννώμενον καὶ βλέπει.

---

Aristophanes of Byzantium, Historiae Animalium Epitome, ed. Spyridon Paulou Lampros. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0644.tlg001.local001/.
