# Fragmenta 487

Aristophanes, Fragmenta, 487. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/fragmenta-4/487
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/fragmenta-4/487

Ἀριστοφάνης ἐν σκηναῖς... Hesychius. τριτοστάτις Dindf.] τριτοστάτης. cf. Pollux 4, 106 καὶ τὴν γυναῖκα δὲ τριτοστάτιν Ἀριστοφάνης καλεῖ. καὶ μὴν πόθεν Πλούτων γ’ ἂν ὠνομάζετο, εἰ μὴ τὰ βέλτιστ’ ἔλαχεν; ἓν δέ σοι φράσω, ὅσῳ τὰ κάτω κρείττω ‘στὶν ὧν ὁ Ζεὺς ἔχει. ὅταν γὰρ ἱστῇς, τοῦ ταλάντου τὸ ῥέπον κάτω βαδίζει, τὸ δὲ κενὸν πρὸς τὸν Δία. οὐδὲ γὰρ ἂν ἀποθανόντες ἐστεφανωμένοι προὐκείμεθ’, οὐδὲ βακκήρει κεχριμένοι, εἰ μὴ καταβάντας εὐθέως πίνειν ἔδει. διὰ ταῦτα γάρ τοι καὶ καλοῦνται μακάριοι· πᾶς γὰρ λέγει τις, ὁ μακαρίτης οἴχεται, κατέδαρθεν· εὐδαίμων, ὅσ’ οὐκ ἀνιάσεται. καὶ θύομεν αὐτοῖσι τοῖς ἐναγίσμασιν ὥσπερ θεοῖσι καὶ χοάς γε χεόμενοι αἰτούμεθ’ αὐτοὺς δεῦρ’ ἀνεῖναι τἀγαθά. cum v. 4 Iacobsius Lect. Stob. 2 confert Plut. Mor. 485 f ἀδελφῷ δὲ χρὴ μὴ καθάπερ πλάστιγγα ῥέπειν ἐπὶ τοὐναντίον, cum

---

Aristophanes, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000408.
