# Σφῆκες 1.142-183

Aristophanes, Σφῆκες, Prologue 1, lines 1.142-1.183. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-11/1.142

σὺ δὲ τῇ θύρᾳ πρόσκεισο.
ταῦτʼ ὦ δέσποτα.
ἄναξ Πόσειδον τί ποτʼ ἄρʼ ἡ κάπνη ψοφεῖ;
οὗτος τίς εἶ σύ;
καπνὸς ἔγωγʼ ἐξέρχομαι.
καπνός; φέρʼ ἴδω ξύλου τίνος σύ.
συκίνου.
νὴ τὸν Δίʼ ὅσπερ γʼ ἐστὶ δριμύτατος καπνῶν.
ἀτὰρ οὐκέτʼ ἐρρήσεις γε, ποῦ ʼσθʼ ἡ τηλία;
δύου πάλιν· φέρʼ ἐπαναθῶ σοι καὶ ξύλον.
ἐνταῦθά νυν ζήτει τινʼ ἀλλην μηχανήν.
ἀτὰρ ἄθλιός γʼ εἴιμʼ ὡς ἕτερός γʼ οὐδεὶς ἀνήρ,
ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσομαι.
ὅδε τὴν θύραν ὠθεῖ·
πιέζέ νυν σφόδρα,
εὖ κἀνδρικῶς· κἀγὼ γὰρ ἐνταῦθʼ ἔρχομαι.
καὶ τῆς κατακλῇδος ἐπιμελοῦ, καὶ τοῦ μοχλοῦ
φύλατθʼ ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται.
τί δράσετʼ; οὐκ ἐκφρήσετʼ ὦ μιαρώτατοι
δικάσοντά μʼ, ἀλλʼ ἐκφεύξεται Δρακοντίδης;
σὺ δὲ τοῦτο βαρέως ἂν φέροις;
ὁ γὰρ θεὸς
μαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτέ,
ὅταν τις ἐκφύγῃ μʼ ἀποσκλῆναι τότε.
Ἄπολλον ἀποτρόπαιε τοῦ μαντεύματος.
ἴθʼ ἀντιβολῶ σʼ ἔκφρες με, μὴ διαρραγῶ.
μὰ τὸν Ποσειδῶ Φιλοκλέων οὐδέποτέ γε.
διατρώξομαι τοίνυν ὀδὰξ τὸ δίκτυον.
ἀλλʼ οὐκ ἔχεις ὀδόντας.
οἴμοι δείλαιος·
τῶς ἄν σʼ ἀποκτείναιμι; πῶς; δότε μοι ξίφος
ὅπως τάχιστʼ, ἢ πινάκιον τιμητικόν.
ἅνθρωπος οὗτος μέγα τι δρασείει κακόν.
μὰ τὸν Δίʼ οὐ δῆτʼ, ἀλλʼ ἀποδόσθαι βούλομαι
τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις·
νουμηνία γάρ ἐστιν.
οὔκουν κἂν ἐγὼ
αὐτὸν ἀποδοίμην δῆτʼ ἄν;
οὐχ ὥσπερ γʼ ἐγώ.
μὰ Δίʼ ἀλλʼ ἄμεινον.
ἀλλὰ τὸν ὄνον ἔξαγε.
οἵαν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς,
ἵνʼ αὐτὸν ἐκπέμψειας.
ἀλλʼ οὐκ ἔσπασεν
ταύτῃ γʼ· ἐγὼ γὰρ ᾐσθόμην τεχνωμένου.
ἀλλʼ εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ
ὅπως ἂν ὁ γέρων μηδὲ παρακύψῃ πάλιν.
κάνθων τί κλάεις; ὅτι πεπράσει τήμερον;
βάδιζε θᾶττον. τί στένεις, εἰ μὴ φέρεις
Ὀδυσσέα τινʼ;
ἀλλὰ ναὶ μὰ Δία φέρει
κάτω γε τουτονί τινʼ ὑποδεδυκότα.
ποῖον; φέρʼ ἴδωμαι τουτονί. τουτὶ τί ἦν;

---

Aristophanes, Σφῆκες, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg004.local001/.
