Ancient Greek
Prologue 1, lines 1.184-1.227
Aristophanes, Σφῆκες 1.184-227
Not analysed yet
τίς εἶ ποτʼ ὦνθρωπʼ ἐτεόν;
Οὖτις νὴ Δία.
Οὖτις σύ; ποδαπός;
Ἴθακος Ἀποδρασιππίδου.
Οὖτις μὰ τὸν Δίʼ οὔτι χαιρήσων γε σύ.
ὕφελκε θᾶττον αὐτόν. ὦ μιαρώτατος
ἵνʼ ὑποδέδυκεν· ὥστʼ ἔμοιγʼ ἰνδάλλεται
ὁμοιότατος κλητῆρος εἶναι πωλίῳ.
εἰ μή μʼ ἐάσεθʼ ἥσυχον, μαχούμεθα.
περὶ τοῦ μαχεῖ νῷν δῆτα;
περὶ ὄνου σκιᾶς.
πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος.
ἐγὼ πονηρός; οὐ μὰ Δίʼ ἀλλʼ οὐκ οἶσθα σὺ
νῦν μʼ ὄντʼ ἄριστον· ἀλλʼ ἴσως, ὅταν φάγῃς
ὑπογάστριον γέροντος ἡλιαστικοῦ.
ὤθει τὸν ὄνον καὶ σαυτὸν ἐς τὴν οἰκίαν.
ὦ ξυνδικασταὶ καὶ Κλέων ἀμύνατε.
ἔνδον κέκραχθι τῆς θύρας κεκλῃμένης.
ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν,
καὶ τὴν βάλανον ἔμβαλλε πάλιν ἐς τὸν μοχλόν,
καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλμον τὸν μέγαν
ἀνύσας τι προσκύλισον.
οἴμοι δείλαιος·
πόθεν ποτʼ ἐμπέπτωκέ μοι τὸ βωλίον;
ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν.
μῦς; οὐ μὰ Δίʼ ἀλλʼ ὑποδυόμενός τις οὑτοσὶ
ὑπὸ τῶν κεραμίδων ἡλιαστὴς ὀροφίας.
οἴμοι κακοδαίμων, στροῦθος ἁνὴρ γίγνεται·
ἐκπτήσεται. ποῦ ποῦ ʼστί μοι τὸ δίκτυον;
σοῦ σοῦ, πάλιν σοῦ. νὴ Δίʼ ἦ μοι κρεῖττον ἦν
τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.
ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν,
κοὐκ ἔσθʼ ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι,
τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην;
ἀλλʼ ὦ πόνηρʼ ἥξουσιν ὀλίγον ὕστερον
οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ
τὸν πατέρα.
τίλέγεις; ἀλλὰ νῦν γʼ ὄρθρος βαθύς.
νὴ τὸν Δίʼ, ὀψὲ γοῦν ἀνεστήκασι νῦν.
ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦσʼ ἀεί,
λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη
ἀρχαῖα μελισιδωνοφρυνιχήρατα,
οἷς ἐκκαλοῦνται τοῦτον.
οὐκοῦν, ἢν δέῃ,
ἤδη ποτʼ αὐτοὺς τοῖς λίθοις βαλλήσομεν.
ἀλλʼ ὦ πόνηρε τὸ γένος ἤν τις ὀργίσῃ
τὸ τῶν γερόντων, ἔσθʼ ὅμοιον σφηκιᾷ.
ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος
ὀξύτατον, ᾧ κεντοῦσι, καὶ κεκραγότες
πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι.