# Σφῆκες 1.94-141

Aristophanes, Σφῆκες, Prologue 1, lines 1.94-1.141. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-11/1.94

ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γʼ ἔχειν εἰωθέναι
τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται,
ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνίᾳ.
καὶ νὴ Δίʼ ἢν ἴδῃ γέ που γεγραμμένον
υἱὸν Πυριλάμπους ἐν θύρᾳ Δῆμον καλόν,
ἰὼν παρέγραψε πλησίον κημὸς καλός.
τὸν ἀλεκτρυόνα δʼ, ὃς ᾖδʼ ἀφʼ ἑσπέρας, ἔφη
ὄψʼ ἐξεγείρειν αὐτὸν ἀναπεπεισμένον,
παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήματα.
εὐθὺς δʼ ἀπὸ δορπηστοῦ κέκραγεν ἐμβάδας,
κἄπειτʼ ἐκεῖσʼ ἐλθὼν προκαθεύδει πρῲ πάνυ,
ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι.
ὑπὸ δυσκολίας δʼ ἅπασι τιμῶν τὴν μακρὰν
ὥσπερ μέλιττʼ ἢ βομβυλιὸς εἰσέρχεται
ὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασμένος.
ψήφων δὲ δείσας μὴ δεηθείη ποτέ,
ἵνʼ ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει.
τοιαῦτʼ ἀλύει· νουθετούμενος δʼ ἀεὶ
μᾶλλον δικάζει. τοῦτον οὖν φυλάττομεν
μοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν μὴ ʼξίῃ.
ὁ γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει.
καὶ πρῶτα μὲν λόγοισι παραμυθούμενος
ἀνέπειθεν αὐτὸν μὴ φορεῖν τριβώνιον
μηδʼ ἐξιέναι θύραζʼ, ὁ δʼ οὐκ ἐπείθετο.
εἶτʼ αὐτὸν ἀπέλου κἀκάθαιρʼ, ὁ δʼ οὐ μάλα.
μετὰ τοῦτʼ ἐκορυβάντιζʼ, ὁ δʼ αὐτῷ τυμπάνῳ
ᾄξας ἐδίκαζεν ἐς τὸ καινὸν ἐμπεσών.
ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει,
διέπλευσεν εἰς Αἴγιναν, εἶτα ξυλλαβὼν
νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ,
ὁ δʼ ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι.
ἐντεῦθεν οὐκέτʼ αὐτὸν ἐξεφρίεμεν,
ὁ δʼ ἐξεδίδρασκε διά τε τῶν ὑδρορροῶν
καὶ τῶν ὀπῶν· ἡμεῖς δʼ ὅσʼ ἦν τετρημένα
ἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν,
ὁ δʼ ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους
ἐνέκρουεν ἐς τὸν τοῖχον, εἶτʼ ἐξήλλετο.
ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις
καταπετάσαντες ἐν κύκλῳ φυλάττομεν.
ἔστιν δʼ ὄνομα τῷ μὲν γέροντι Φιλοκλέων
ναὶ μὰ Δία, τῷ δʼ υἱεῖ γε τῳδὶ Βδελυκλέων,
ἔχων τρόπους φρυαγμοσεμνάκους τίνας.
ὦ Ξανθία καὶ Σωσία, καθεύδετε;
οἴμοι.
τί ἔστι;
Βδελυκλέων ἀνίσταται.
οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρʼ ἅτερος;
ὁ γὰρ πατὴρ ἐς τὸν ἰπνὸν εἰσελήλυθε
καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλʼ ἄθρει
κατὰ τῆς πυέλου τὸ τρῆμʼ ὅπως μὴ ʼκδύσεται·

---

Aristophanes, Σφῆκες, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg004.local001/.
