Ancient Greek
Episode 13, lines 13.1.1374-13.1.1418
Aristophanes, Σφῆκες 13.1.1374-1418
Not analysed yet
τί δὲ τὸ μέλαν τοῦτʼ ἐστὶν αὐτῆς τοὐν μέσῳ;
ἡ πίττα δήπου καομένης ἐξέρχεται.
ὁ δʼ ὄπισθεν οὐχὶ πρωκτός ἐστιν οὑτοσί;
ὄζος μὲν οὖν τῆς δᾳδὸς οὗτος ἐξέχει.
τί λέγεις σύ; ποῖος ὄζος; οὐκ εἶ δεῦρο σύ;
ἆ ἆ τί μέλλεις δρᾶν;
ἄγειν ταύτην λαβὼν
ἀφελόμενός σε καὶ νομίσας εἶναι σαπρὸν
κοὐδὲν δύνασθαι δρᾶν.
ἄκουσόν νυν ἐμοῦ.
Ὀλυμπίασιν, ἡνίκʼ ἐθεώρουν ἐγώ,
Ἐφουδίων ἐμαχέσατʼ Ἀσκώνδᾳ καλῶς
ἤδη γέρων ὤν· εἶτα τῇ πυγμῇ θενὼν
ὁ πρεσβύτερος κατέβαλε τὸν νεώτερον.
πρὸς ταῦτα τηροῦ μὴ λάβῃς ὑπώπια.
νὴ τὸν Δίʼ ἐξέμαθές γε τὴν Ὀλυμπίαν.
ἴθι μοι παράστηθʼ, ἀντιβολῶ πρὸς τῶν θεῶν.
ὁδὶ γὰρ ἁνήρ ἐστιν ὅς μʼ ἀπώλεσεν
τῇ δᾳδὶ παίων, κἀξέβαλεν ἐντευθενὶ
ἄρτους δέκʼ ὀβολῶν κἀπιθήκην τέτταρας.
ὁρᾷς ἃ δέδρακας; πράγματʼ αὖ δεῖ καὶ δίκας
ἔχειν διὰ τὸν σὸν οἶνον.
οὐδαμῶς γʼ, ἐπεὶ
λόγοι διαλλάξουσιν αὐτὰ δεξιοί·
ὥστʼ οἶδʼ ὁτιὴ ταύτῃ διαλλαχθήσομαι.
οὔτοι μὰ τὼ θεὼ καταπροίξει Μυρτίας
τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης,
οὕτω διαφθείρας ἐμοῦ τὰ φορτία.
ἄκουσον ὦ γύναι· λόγον σοι βούλομαι
λέξαι χαρίεντα.
μὰ Δία μὴ ʼμοί γʼ ὦ μέλε.
Αἴσωπον ἀπὸ δείπνου βαδίζονθʼ ἑσπέρας
θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων.
κἄπειτʼ ἐκεῖνος εἶπεν, ὦ κύον κύον,
εἰ νὴ Δίʼ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν
πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκεῖς.
καὶ καταγελᾷς μου; προσκαλοῦμαί σʼ ὅστις εἶ
πρὸς τοὺς ἀγορανόμους βλάβης τῶν φορτίων,
κλητῆρʼ ἔχουσα Χαιρεφῶντα τουτονί.
μὰ Δίʼ ἀλλʼ ἄκουσον, ἤν τί σοι δόξω λέγειν.
Λᾶσός ποτʼ ἀντεδίδασκε καὶ Σιμωνίδης·
ἔπειθʼ ὁ Λᾶσος εἶπεν, ὀλίγον μοι μέλει.
ἄληθες οὗτος;
καὶ σὺ δή μοι Χαιρεφῶν
γυναικὶ †κλητεύειν ἐοικὼς †θαψίνῃ,
Ἰνοῖ κρεμαμένῃ πρὸς ποδῶν Εὐριπίδου.
ὁδί τις ἕτερος, ὡς ἔοικεν, ἔρχεται
καλούμενός σε· τόν γέ τοι κλητῆρʼ ἔχει.
οἴμοι κακοδαίμων. προσκαλοῦμαί σʼ ὦ γέρον
ὕβρεως.