# Σφῆκες 15.2

Aristophanes, Σφῆκες, Episode 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-11/15.2

οὐκ εὖ;
μὰ Δίʼ οὐ δῆτʼ, ἀλλὰ μανικὰ πράγματα.
θέρε νυν ἀνείπω κἀνταγωνιστὰς καλῶ.
εἴ τις τραγῳδός φησιν ὀρχεῖσθαι καλῶς,
ἐμοὶ διορχησόμενος ἐνθάδʼ εἰσίτω.
φησίν τις ἢ οὐδείς;
εἶς γʼ ἐκεινοσὶ μόνος.
τίς ὁ κακοδαίμων ἐστίν;
υἱὸς Καρκίνου
ὁ μέσατος.
ἀλλʼ οὗτός γε καταποθήσεται·
ἀπολῶ γὰρ αὐτὸν ἐμμελείᾳ κονδύλου.
ἐν τῷ ῥυθμῷ γὰρ οὐδέν ἐστʼ.
ἀλλʼ ᾠζυρὲ
ἕτερος τραγῳδὸς Καρκινίτης ἔρχεται,
ἀδελφὸς αὐτοῦ.
νὴ Δίʼ ὠψώνηκʼ ἄρα.
μὰ τὸν Δίʼ οὐδέν γʼ ἄλλο πλήν γε καρκίνους·
προσέρχεται γὰρ ἕτερος αὖ τῶν Καρκίνου.
τουτὶ τί ἦν τὸ προσέρπον; ὀξὶς ἢ φάλαγξ;
ὁ πινοτήρης οὗτός ἐστι τοῦ γένους,
ὁ σμικρότατος, ὃς τὴν τραγῳδίαν ποιεῖ.
ὦ Καρκίνʼ ὦ μακάριε τῆς εὐπαιδίας,
ὅσον τὸ πλῆθος κατέπεσεν τῶν ὀρχίλων.
ἀτὰρ καταβατέον γʼ ἐπʼ αὐτούς μʼ· ᾠζυρέ,
ἅλμην κύκα τούτοισιν, ἢν ἐγὼ κρατῶ.

---

Aristophanes, Σφῆκες, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg004.local001/.
